ΛΕΥΚΙΠΠΟΣ

[30] Λεύκιππος Ἐλεάτης, ὡς δέ τινες, Ἀβδηρίτης, κατ' ἐνίους δὲ Μιλήσιος. οὗτος ἤκουσε Ζήνωνος. ἤρεσκε δ' αὐτῷ ἄπειρα εἶναι τὰ πάντα καὶ εἰς ἄλληλα μεταβάλλειν, τό τε πᾶν εἶναι κενὸν καὶ πλῆρες [σωμάτων]. τούς τε κόσμους γίνεσθαι σωμάτων εἰς τὸ κενὸν ἐμπιπτόντων καὶ ἀλλήλοις περιπλεκομένων˙ ἔκ τε τῆς κινήσεως κατὰ τὴν αὔξησιν αὐτῶν γίνεσθαι τὴν τῶν ἀστέρων φύσιν. φέρεσθαι δὲ τὸν ἥλιον ἐν μείζονι κύκλῳ περὶ τὴν σελήνην˙ τὴν γῆν ὀχεῖσθαι περὶ τὸ μέσον δινουμένην˙ σχῆμά τ' αὐτῆς τυμπανῶδες εἶναι. πρῶτός τ' ἀτόμους ἀρχὰς ὑπεστήσατο. 〈καὶ〉 κεφαλαιωδῶς μὲν ταῦτα. ἐπὶ μέρους δ' ὧδε ἔχει˙

Κεφ. ς'. ΛΕΥΚΙΠΠΟΣ

[30] [6526] Λεύκιππος Ἐλεάτης, ὡς δέ τινες, Ἀβδηρίτης, κατ' ἐνίους δὲ Μιλήσιος. Οὗτος ἤκουσε Ζήνωνος.
Ἤρεσκε δὲ αὐτῷ ἄπειρα εἶναι τὰ πάντα καὶ εἰς ἄλληλα μεταβάλλειν, τό τε πᾶν εἶναι κενὸν καὶ πλῆρες
[65210] [σωμάτων]. Τούς τε κόσμους γίνεσθαι σωμάτων εἰς τὸ κενὸν ἐμπιπτόντων καὶ ἀλλήλοις περιπλεκομένων˙ ἔκ τε τῆς κινήσεως κατὰ τὴν αὔξησιν αὐτῶν γίνεσθαι τὴν τῶν ἀστέρων φύσιν. Φέρεσθαι δὲ τὸν ἥλιον ἐν μείζονι κύκλῳ περὶ τὴν σελήνην˙ τὴν γῆν ὀχεῖσθαι περὶ τὸ μέσον [65215] δινουμένην˙ σχῆμά τε αὐτῆς τυμπανῶδες εἶναι. Πρῶτός τε ἀτόμους ἀρχὰς ὑπεστήσατο. 〈Καὶ〉 κεφαλαιωδῶς μὲν ταῦτα. ἐπὶ μέρους δὲ ὧδε ἔχει˙