[3] εὐκαίρως δὲ παριόντος Κράτητος, ὁ βιβλιοπώλης δείξας αὐτόν φησι, "τούτῳ παρακολούθησον." ἐντεῦθεν ἤκουσε τοῦ Κράτητος, ἄλλως μὲν εὔτονος πρὸς φιλοσοφίαν, αἰδήμων δὲ ὡς πρὸς τὴν Κυνικὴν ἀναισχυντίαν. ὅθεν ὁ Κράτης βουλόμενος αὐτὸν καὶ τούτου θεραπεῦσαι δίδωσι χύτραν φακῆς διὰ τοῦ Κεραμεικοῦ φέρειν. ἐπεὶ δ' εἶδεν αὐτὸν αἰδούμενον καὶ περικαλύπτοντα, παίσας τῇ βακτηρίᾳ κατάγνυσι τὴν χύτραν˙ φεύγοντος δ' αὐτοῦ καὶ τῆς φακῆς κατὰ τῶν σκελῶν ῥεούσης, φησὶν ὁ Κράτης, "τί φεύγεις, Φοινικίδιον; οὐδὲν δεινὸν πέπονθας." [3] εὐκαίρως δὲ παριόντος Κράτητος, ὁ βιβλιοπώλης δείξας αὐτόν φησι, "τούτῳ παρακολούθησον." ἐντεῦθεν ἤκουσε τοῦ Κράτητος, ἄλλως μὲν εὔτονος 〈ὢν〉 πρὸς φιλοσοφίαν, αἰδήμων δὲ ὡς πρὸς τὴν Κυνικὴν ἀναισχυντίαν. ὅθεν ὁ Κράτης βουλόμενος αὐτὸν καὶ τούτου θεραπεῦσαι δίδωσι χύτραν φακῆς διὰ τοῦ Κεραμεικοῦ φέρειν. ἐπεὶ δ' εἶδεν αὐτὸν αἰδούμενον καὶ περικαλύπτοντα, παίσας τῇ βακτηρίᾳ κατάγνυσι τὴν χύτραν˙ φεύγοντος δ' αὐτοῦ καὶ τῆς φακῆς κατὰ τῶν σκελῶν ῥεούσης, φησὶν ὁ Κράτης, "τί φεύγεις, Φοινικίδιον; οὐδὲν δεινὸν πέπονθας." Εὐκαίρως δὲ παριόντος Κράτητος, ὁ βιβλιοπώλης δείξας αὐτόν φησι˙ "Τούτῳ παρακολούθησον." Ἐντεῦθεν ἤκουε τοῦ Κράτητος, ἄλλως μὲν εὔτονος πρὸς φιλοσοφίαν, αἰδήμων δὲ ὡς πρὸς τὴν Κυνικὴν ἀναισχυντίαν. Ὅθεν ὁ Κράτης βουλόμενος αὐτοῦ καὶ τοῦτο θεραπεῦσαι [44515] δίδωσι χύτραν φακῆς διὰ τοῦ Κεραμεικοῦ φέρειν. Ἐπεὶ δὲ εἶδεν αὐτὸν αἰδούμενον καὶ 〈αὐτὴν〉 περικαλύπτοντα, παίσας τῇ βακτηρίᾳ κατάγνυσι τὴν χύτραν˙ φεύγοντος δὲ αὐτοῦ καὶ τῆς φακῆς κατὰ τῶν σκελῶν ῥεούσης, φησὶν ὁ Κράτης˙ "Τί φεύγεις, Φοινικίδιον; Οὐδὲν δεινὸν πέπονθας."