I E 1

LIBAN. declam. I (Σωκράτους Ἀπολογία):
οὐδ' εἰ πλείους, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν νυνὶ τούτων αἰτιῶν ἐπάγοι τις Σωκράτει πείθων ὑμᾶς ὡς ἀνάγκη κακῶς οἰκεῖσθαι τὴν πόλιν μὴ τούτου δόντος δίκην, οὐκ ἄν μοι δοκῶ τὸ μὴ οὐ φίλος αὐτῷ καὶ γεγονέναι καὶ πάντα χρῆσθαι τὸν χρόνον ἐν ὑμῖν ἀρνήσασθαι. οὔτε γὰρ ἧς ἐφ' ἑκάστου καὶ λόγου καὶ ἔργου δικαιοσύνης αὐτῷ σύνοιδα τὴν τῶν ἀδίκως ἐπ' αὐτὸν συνεστηκότων βλασφημίαν καλῶς 〈ἂν〉 εἶχεν ἰσχυροτέραν ἡγήσασθαι πολλῆς τ' ἂν. ἦν κακίας ᾧ συνῆν τε πρότερον καὶ περὶ τῶν ἐμαυτοῦ σύμβουλον ἐποιούμην, τοῦτον, ἐπειδὴ πάσχει κακῶς, ἐγκαταλείπειν. (2) οὕτω δὲ ἔχοντα γνώμης πρέποι μὲν ἂν καὶ συνεύχεσθαι Σωκράτει καὶ τοὺς θεούς, οἳ κάλλιστα τὸν τοῦδε βίον ἐπίστανται, καλεῖν ἐπὶ τὸν παρόντα ἀγῶνα, δεῖ δὲ ἴσως καὶ λόγῳ βοηθοῦντα φαίνεσθαι καὶ μηδὲν ἀφ' ὧν ἂν δόξαιμι τὰ δίκαια ποιεῖν παρελθεῖν. καὶ γὰρ ἂν [13] εἴη δεινὸν ἐπὶ μὲν Μελήτῳ καὶ ταῖς παρ' ἐκείνου λοιδορίαις Ἄνυτον [14] ἀναβῆναι λόγον κακοήθη τε καὶ μακρὸν κομίζοντα καὶ πάλιν ἐπὶ τούτῳ Λύκωνα μηδεμιᾶς ἀποσχέσθαι τέχνης, ὅπως εἷς ὑμῶν ἀποθάνῃ, ἡμᾶς δέ, οὓς λυπεῖν ὡμολόγηκεν Ἄνυτος τοῖς κατὰ Σωκράτους λόγοις, ἀφώνους ὡς οὐκ ἀνιωμένους ἑστάναι καὶ γενέσθαι χείρονας τῆς τῶν κατηγόρων ἐλπίδος, ἄλλως θ' ὅτε ἐν τῷ τὰ προσήκοντα τῇ φιλίᾳ πληροῦν καὶ 〈τὸ〉 τοὺς δικάζοντας ὑμᾶς ἐξελέσθαι τῆς ἐπιορκίας ἔνεστιν. ὁ γὰρ τὴν τῶν ἐπηρεαζόντων ἀπάτην οὐκ ἐῶν ἰσχύσαι φύλακας ἀκριβεῖς ποιεῖ τοὺς ψηφιζομένους τῶν ὅρκων. ὥστε οὐ τῷ φεύγοντι συνηγορήσων μᾶλλον ἀνέβην ἢ τῶν ὑμῖν συμφερόντων ποιησόμενος πρόνοιαν.
[23] (3) Σωκράτει μὲν οὖν, ὦ ἄνδρες, βραχὺς τοῦ θανάτου λόγος, οὔτε γὰρ ἐν οἷς ἀεὶ ζητῶν διετέλει τοῦ ζῆν τὸ τεθνάναι χαλεπώτερον εὗρε τόν τε κεκρατηκότα τῶν ἡδονῶν, ὧν ἕνεκα ζῆν ἐπιθυμοῦσιν οἱ πολλοί, καὶ τὴν ἐνθένδε μετανάστασιν ἀνάγκη ῥᾳδίως φέρειν˙ ἔτι δὲ οἷς οὐκ ὀλίγοι τῶν φανερῶς [27] ἀδικούντων, τῷ τε παρ' ὑμῶν ἐλέῳ καὶ δάκρυσι τοῖς αὑτῶν καὶ παίδων ἱκετείαις, εὕραντο σωτηρίαν, τοσοῦτον ἀπέσχε διὰ τούτων αὑτὸν ἐξαιτήσασθαι, ὥστ' ἤδη τινὰς ὑμῶν ᾐσθόμην τραχύτερον ἐσχηκότας πρὸς αὐτὸν τῷ μηδενὶ τούτων ἀξιῶσαι χρήσασθαι. (4) ἐγὼ δὲ οὐ διὰ τοῦτο τῆς συνηγορίας [31] ἀπέστην, ὅτι σμικρός τε ὁ λειπόμενος Σωκράτει χρόνος καὶ φόβος οὐδεὶς τῆς [32] τελευτῆς, ἀλλὰ πολὺ μᾶλλον πρέπειν ἡγούμενος τὸν τοιοῦτον τῇ φύσει [33] μηδὲν ἀδίκως ἐν ὑμῖν παθεῖν καὶ ἅμα τοῦ μὴ πολλὰ τοιαῦτα ἐν τῇ πόλει τολμᾶσθαι μηδὲ ἀναγκάζεσθαι τοὺς μὲν δικάζοντας ἀσεβεῖν, κοινῇ δὲ ἀδοξεῖν Ἀθηναίους παρεκελευσάμην ἐμαυτῷ τὴν Ἀνύτου συκοφαντίαν ἐλέγξαι. (5) τοῦτο δὲ γένοιτ' ἂν ὑμῶν ἀκούειν εὐμενῶς ἐθελόντων. καὶ γὰρ εἰ μὲν ἐμπείρως ἔχων τῶν ἐν τοῖς δικαστηρίοις λόγων Σωκράτης πρὸς τὰς τούτων παρασκευὰς ἱκανῶς ἐτύγχανεν ἠγωνισμένος, ἴσως ἂν ὑμῖν ἐξήρκει [39] παρ' ἐκείνου καὶ περὶ ὧν κρίνεται διδαχθεῖσι τὴν ψῆφον ὀρθῶς φέρειν˙ ἐπεὶ δέ, ὥσπερ ἐπὶ τῶν ἐργαστηρίων, οὕτω καὶ νῦν ἐν ὑμῖν διείλεκται, τῇ παρούσῃ μὲν οὐ συμφερόντως χρείᾳ, μίαν δ' οὖν αὑτῷ λύσας διαβολήν, ὡς οὐκ ἄρα εἴη δεινὸς λέγειν, ἡμῶν, ὦ ἄνδρες, πρὸς θεῶν, ἀνάσχεσθε τῶν οὐ δυναμένων μὲν ἐξισοῦσθαι πρὸς τὸν Ἀνύτου λόγον, ἴσως δὲ ὑμῖν τι συμβαλουμένων καὶ τἀληθῆ μᾶλλον ἐρούντων ἢ οὗτοι.
[45] (6) οἶδα μὲν οὖν ὅτι διαβολή τις κατεσκέδασται Σωκράτους ὑπὸ τῶν ἐν ταῖς συνουσίαις τοὺς παρ' ἐκείνου μὴ φερόντων ἐλέγχους, οἳ δικαιότερον ἂν αὑτοῖς ἐπιτιμῶντες, ὅτι τῆς αὑτῶν διανοίας ἠμέλουν, τὸν οὐκ ἐῶντα ῥᾳθυμεῖν περὶ τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἐμίσουν καί τινας καθίεσαν τοὺς τὰ [49] τοιαῦτα λέγοντας˙ τὸν μιαρόν, τὸν ὄλεθρον, τὸν λυμεῶνα τῶν νέων. (7) ἃ δὴ καὶ τούτοις ἔδωκε θαρρῆσαι τὴν γραφὴν ἀπενεγκεῖν, ἐπεὶ καὶ πρῴην τινὸς προσελθόντος αὐτοῖς καὶ λέγοντος οὐ σφόδρα συνήδεσθαι τοῖς διώκουσιν, οὐδὲ γὰρ οὐδ' ὁρᾶν εἰς τὸ κρατήσειν ἀφορμάς, τὸ τῶν δικαζόντων πρὸς τὸν κινδυνεύοντα μῖσος μεγάλην ἔφασαν σφίσιν αὐτοῖς ὑπάρχειν πλεονεξίαν. πάλαι γὰρ αὐτὸν ἐπιθυμεῖν ὑπὸ ταῖς ψήφοις λαβεῖν, ὥστ' αὐτοῖς ἀρκεῖν φανῆναι. ἃ γὰρ αὐτὸς ἄν, εἴπερ ἐδίκαζεν, Ἄνυτος ἐποίει καὶ οἱ μετὰ τούτου, ταῦτα παρ' ὑμῶν προσδοκᾷ. κακῶς ἐλπίζων. διὰ τί; ὅτι πρῶτον μὲν ἐν ὑμῖν οὐκ ὀλίγους ἑώρων πολλάκις ἡσθέντας, ὁπότε Σωκράτης τοὺς ἀλαζόνας ἐλέγχοι, καί, νὴ Δία γε, καὶ πρὸς ἀρετὴν διὰ τοῦτον ἐπιδεδωκότας οὐ μικρόν. (8) ἔπειτα, εἰ καὶ τὰ μάλιστα δυσχερῶς εἴχετε πρὸς αὐτὸν ἅπαντες καὶ κοινὸς ἦν τοῦ δικαστηρίου πολέμιος, οὐκ ἂν ἦν ἐνταῦθα τῇ δυσμενείᾳ [61] χαρίσασθαι. καὶ γάρ, ὦ ἄνδρες, τὸ χωρίον οὐκ ἔχθρας ἐστὶν ἢ χάριτος οὐδὲ [62] συνέρχεσθε ἐνταῦθα τὸν ἑτέρωθι λυπήσαντα ἀμυνούμενοι ἢ 〈τῷ〉 πρότερον εὖ πεποιηκότι χάριν ἀποδώσοντες, ἀλλ' ἀπὸ τῶν πραγμάτων, ἐφ' οἷς ἡ κρίσις, ἢ σώσοντες ἢ κολάσοντες. (9) ταῦτα γὰρ δήπου καὶ ὁ Σόλων εἰδὼς καὶ νομίζων τῶν ἀγωνιουμένων τοὺς μὲν ἐν φίλοις τοῖς δικάζουσι δώσειν λόγον, τοὺς δὲ ἐν χαλεπῶς ἔχουσιν, ἵνα μηδετέρωθεν καταβλάπτοιτο τὸ δίκαιον, ὅρκον ἔταξεν οὐκ ἐῶντα χάριν ἢ δυσμένειαν ἤ τινα πρόφασιν ἄλλην ἄδικον ἐνοχλῆσαι τῇ κρίσει. καὶ νῦν μισεῖ τις Σωκράτην, ἀλλ' ὀμώμοκεν ἥκιστα ἐμπλήσειν τὸν αὑτοῦ θυμόν, ἀλλ' οἱ θεοὶ πρὸς τὴν ψῆφον βλέπουσιν, ἣν ὁ θέμενος οὐ δικαίαν ὑποτέθεικεν ὀργῇ καὶ αὑτὸν καὶ παῖδας καὶ οἰκίαν καὶ γένος καὶ σμικρᾶς ἡδονῆς μεγάλην ὑπέσχε τὴν δίκην.
(10) μηδὲ τοῦτό τις ὁράτω μόνον, ὅτι Σωκράτην ἀπεκτονὼς ἔξεισιν ἀπηλλαγμένος τῆς τούτου παρρησίας, ἀλλὰ κἀκεῖνα προσενθυμείσθω, τίς αὑτὸν διαδέξεται δόξα καὶ τίνες ἐλπίδες. ἐν θεάτρῳ μὲν γὰρ κωμῳδίας ἀκροωμένους γελάσαι καὶ συνεπιθέσθαι τῷ κακῶς ἀκούοντι καὶ χαρίζεσθαι τῷ ποιητῇ καλὰ μὲν οὐδ' ἐκεῖνα, δόξαι δ' ἂν οὐ παντάπασιν ἀλλότρια Διονυσίων εἶναι καὶ ὁ γέλως ἀκίνδυνος˙ ἐν δικαστηρίῳ δὲ ὁ τῷ διώκοντι δοὺς ἑαυτὸν καὶ πᾶν ἀληθὲς ἡγούμενος καὶ συνταράττων καὶ βασανίζων οὐδὲν καὶ πρὸς τὴν τοῦ κατηγόρου μεθιστάμενος τάξιν ἀπὸ τῆς οἰκείας μείζω ζημιώσας αὑτὸν ἢ 〈ὃν〉 οἴεται κακῶς παθὼν μᾶλλον ἢ δεδρακὼς ἄπεισιν. ὁ μὲν γὰρ οὐκ ἔχει τοῦ κινδύνου κοινωνοὺς τοὺς παῖδας, ὁ δὲ πᾶσιν ἐφεξῆς τοῖς αὑτοῦ τὴν συμφορὰν ἐπάγει.
(11) καὶ μὴν οὐδ' ἐκεῖνό γε εὔλογον ὑπὲρ εὐσεβείας δοκοῦντας ἀγανακτεῖν αὐτοὺς ἀσεβοῦντας ἁλῶναι καὶ τῆς οὐδαμῶς δυναμένης ἐλεγχθῆναι πονηρίας οἰομένους δίκην λαμβάνειν αὐτοὺς ἐν τοῖς ὀφείλουσι τοῖς κρείττοσι δίκην γενέσθαι.
(12) περὶ μὲν οὖν τοῦ μὴ δεῖν, εἴ τις ὑμῶν ἀγανακτῶν ἐκ τῶν ἔμπροσθεν τούτῳ πρὸς ἐνίους γεγενημένων λόγων δεῦρ' εἰσελήλυθε, τοῦτο ἀναμιγνύναι τῇ παρούσῃ κρίσει καὶ τοῦ δεῖν μεμνημένους τῶν θεῶν, οὓς ὀμωμοκότες ἥκετε, τήν τε ἀκρόασιν ἅπασαν ποιεῖσθαι καὶ τὴν διάγνωσιν ἐνῆν μὲν πλείω λέγειν, οἶμαι δὲ οὐδὲν δεῖσθαι τούς γε εὖ φρονοῦντας πλειόνων.
(13) ἤδη δὲ ὑμᾶς διδάξω, πόθεν ποτὲ Ἄνυτος ἐπέθετο Σωκράτει καὶ ὡς οὐκ ἐκ τῆς πρὸς ὑμᾶς εὐνοίας οὐδ' αὖ φροντίζων τῆς τῶν ὑμετέρων παίδων ἐπιεικείας, ἀλλ' ἑτέρωθεν. διορίσασθαι δέ, ὦ Ἀθηναῖοι, καὶ αὐτὸς [95] ὥσπερ καὶ οὗτος βούλομαι. ἐὰν 〈δ'〉 ἐπιδείξω Σωκράτην οὐδενὶ πώποτε [96] διδάσκαλον γενόμενον οὔτ' ἀδίκου κλοπῆς οὔτε ἀπάτης οὔτε ἱεροσυλίας οὔτε ἐπιορκίας οὔτ' ἀργίας οὔθ' ὑπεροψίας τῶν νόμων οὔτε δήμου καταλύσεως, ἁπάσης δὲ σωφροσύνης καὶ δικαιοσύνης ἡγεμόνα καὶ πάντων ὑμῖν εὐνούστατον καὶ γεγενημένον καὶ ὄντα, πείσατε Ἄνυτον ἐγκαλύψασθαι.
(14) σκοπεῖτε δέ. Σωκράτης, ὦ ἄνδρες, γενόμενος ἐκ πατρὸς Ἀθηναίου καὶ τραφεὶς ἐν τοῖς ἡμετέροις νόμοις λογισμὸν ἔλαβε μείζω μὲν ἴσως τῆς οἰκίας τῆς ἑαυτοῦ, πρέποντα δὲ τῇ πόλει καὶ τῷ τῆς πόλεως γνωρίσματι. καὶ διήνεγκε τῶν πολλῶν, ὁμολογῶ, οὐκ ἐξενεχθεὶς ἐπὶ τὰ χείρω καὶ βουληθεὶς γενέσθαι κάκιστος, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ μάλιστα δὴ τῶν μνημονευομένων ἀρετῆς ὀρεχθῆναι καὶ νομίζειν ζηλωτὸν τὸ κτῆμα. (15) τὸ μὲν γὰρ ἐν βαναυσίᾳ διάγειν ἢ γῆν ἐργάζεσθαι ἢ πελάγη περᾶν ὑπὲρ χρημάτων ἢ τὰ ἀπὸ τῶν μετάλλων ζητεῖν ἢ μνηστεύειν ἀρχὰς ἢ τὴν ἐπὶ τοὺς ἰδιώτας ῥητορείαν συλλέγειν καὶ διὰ ταύτης τῆς μελέτης καρποῦσθαι τοὺς ἀπράγμονας ταῦτα ᾔδει μὲν τοῖς μετιοῦσι καὶ δυνάμεις καὶ τὰς θαυμαζομένας ὑπὸ τῶν πολλῶν ὠφελείας φέροντα καὶ φοβεροὺς ποιοῦντα τοῖς ἐν ταῖς εὐπορίαις, οὐ μὴν ἐδυνήθη Σωκράτης τούτων οὐδὲν οὔτε μέγα οὔτε [112] εὔδαιμον ἡγήσασθαι, νομίσας δὲ πάντων εἶναι κτημάτων ἀνθρώπῳ θειότατον [113] τὴν ψυχὴν καὶ τὸν ταύτην καθαρὰν κακίας παρεχόμενον τοῦτον εἶναι τὸν ὡς ἀληθῶς εὐδαίμονα, δύνασθαι δὲ κακίας ψυχὴν ἐλευθεροῦν φιλοσοφίαν καὶ τοῦτο αὐτῇ μέγιστον ἐξευρῆσθαι φάρμακον, ἀφ' ὧν μὲν ἦν τρυφᾶν καὶ [116] δύνασθαι, ταῦτα ἑτέροις ἀφῆκε, δι' ὧν δὲ ἦν μηδὲν τῷ σώματι χαριζόμενον [117] πάντα τρόπον τὴν ψυχὴν ἀμείνω ποιεῖν, ἐπὶ ταῦτα ἧκε. (16) τὸ μὲν οὖν τὴν τοῦ [118] οὐρανοῦ διερευνᾶσθαι φύσιν καὶ τὸν ἥλιον ὅ τι ποτέ ἐστι σκοπεῖν καὶ περὶ [119] τῆς σελήνης ἀνευρίσκειν λόγους καὶ πόθεν ἀστραπαὶ καὶ τί τὸ βροντᾶν ποιοῦν, τὴν μὲν περὶ ταῦτα διατριβὴν ἔφυγε νομίζων μάταιον ἅπασαν μάθησιν ἀφ' ἧς οὐδὲν ἂν ἔργον τοῖς ἐπισταμένοις γένοιτο˙ ἐπὶ δὲ τὸ ζητεῖν τὸ [122] δίκαιον καὶ τίνα χρὴ νομίζειν ἀνδρεῖον καὶ τίς εἰκότως ἂν καλοῖτο σοφός, ὃ [123] μέγιστον τῶν ἀγαθῶν καὶ οἴκῳ καὶ πόλει καὶ πᾶσιν ἔθνεσιν, ἐπὶ ταῦτα ὥρμησε καὶ τούτοις ἐνέμεινε διδάσκαλον μὲν αὑτὸν οὐδενὸς οὐδαμοῦ [125] προσειπὼν οὐδὲ ἀργύριον πραξάμενος, ὡς ὁ μιαρὸς σοφιστής, ἐν δὲ τῷ τοῖς [126] πλησιάζουσι συνεξετάζειν τὴν ἑκάστου πράγματος φύσιν τὸν βίον [127] ποριζόμενος. (17) καὶ ταῦτα ἔπραττεν οὐ πολλῶν κεκληρονομηκὼς ταλάντων οὐδὲ [128] τῆς ἔνδον αὐτῷ περιουσίας παρεχούσης ἐπ' ἐκεῖνα σχολήν. ὀγδοήκοντα γάρ, ὦ ἄνδρες, μνᾶς αὐτῷ τοῦ πατρός, ἡνίκα ἐτελεύτα, παραδόντος καὶ ταύτας ἡλικιώτου τινὸς ἐπ' ἐργασίᾳ λαβόντος ἔπειτα περὶ τὴν ἐργασίαν [131] ἀτυχήσαντος σιγῇ τὸ συμβὰν ἤνεγκεν ὁ Σωκράτης. καὶ μᾶλλον ἄν τις τῶν μὴ προεμένων τὸ ἀργύριον ἐμνήσθη περὶ τούτου ἢ αὐτὸς ὁ δεδωκώς. λοιπὸν οὖν ἦν ζῆν ἐν ἀμυθήτῳ πενίᾳ. (18) τί οὖν ἐποίησεν; οὐ μετέβαλε τὴν τάξιν, ἐπειδὴ τῶν ἀφορμῶν ἐστέρητο, οὐδ' ᾠήθη δεῖν ἕτερος ἐν ἑτέροις γενέσθαι καιροῖς, ἀλλ' ἐτήρησεν ἀκίνητον τὴν γνώμην διὰ τέλους οὔσης αὐτῷ γυναικὸς καὶ παίδων. ἀντὶ γὰρ τοῦ ζητεῖν εὐπορίας οὐ καλὰς καὶ σκοπεῖν ὅθεν ἂν ἀντὶ [137] τῶν οἰχομένων αὑτῷ γένοιτο χρήματα τῆς δαπάνης ἀφεῖλε καὶ μᾶλλον [138] 〈πρὸς〉 τὸ μὴ δεῖσθαι τοσοῦτον ἐπαίδευσεν ἑαυτὸν ἢ ὅθεν ἂν ἔχοι δαπανᾶν [139] ἐσκέψατο, τρίβωνι μὲν ἑνὶ δι' ἔτους χρώμενος, ὕδωρ δὲ πίνων ἥδιον ἢ [140] Θάσιον οἶνον ἕτεροι τό τε πεινῶν ἐσθίειν ἀντὶ Περσικῆς ποιούμενος τραπέζης. τῆς δὲ οὕτως ἐχούσης τροφῆς ἔμελε δήπου τοῖς ἐπιτηδείοις Σωκράτους [142] οὐδὲν ἐνοχλοῦντος. (19) τοιοῦτος ὢν καὶ διάγων, ὡς ἔφην, ὥσπερ τις κοινὸς πατὴρ καὶ τῆς πόλεως ὅλης κηδεμὼν περιενόστει τὰς παλαίστρας, τὰ [144] γυμνάσια, τὸ Λύκειον, τὴν Ἀκαδημίαν, τὴν ἀγοράν, ὅπου μέλλοι 〈πλείστοις〉 [145] ἐντεύξεσθαι, λειτουργῶν ὑμῖν, ὦ ἄνδρες, λειτουργίαν οὐδὲν ἐοικυῖαν ταῖς ἐν τοῖς Παναθηναίοις ἢ τοῖς Διονυσίοις, ὧν ἡ χάρις παρέρχεται, ἀλλ' ἐγρηγορὼς καὶ φροντίζων, ὅπως κακίαν μὲν εἰς δύναμιν ἐξελάσειεν, ἀρετὴν δὲ [148] πείσειεν ἀγαθόν τι νομίζειν. (20) καὶ οὐδὲν ἐπαύσατο τῶν στρατηγεῖν καὶ ἄρχειν ὑμῶν βουλομένων καὶ τὰ κοινὰ διοικεῖν ἐνίους ἐλέγχων, ὅτι πρὶν ὅπως ἐπιμελήσονται τῶν ὑμετέρων καὶ πῶς ἂν εὐδαίμων γένοιτο πόλις μαθεῖν, ὅπως ἐν ταῖς ἀρχαῖς γένοιντο διαπράττονται. καὶ ταῦτα ἔλεγεν, οὐ μὰ Δί', οὐκ ἐκείνους ἐν αἰσχύνῃ ποιεῖν βουλόμενος, ἀλλ' ἵνα εἰδῶσιν, ὅτι ἔστιν ὁ μεμψόμενος τοῖς ἀμελοῦσι καὶ ἐξετάσων καὶ λόγον ἀπαιτήσων, ἵν' ἢ μὴ παρασκευάζοντες αὑτοὺς χρησίμους ἀπέχωνται τῶν ὑμετέρων ἢ [155] παρέχοντες αὑτοὺς εἰς τὴν χρείαν ἐπιτηδείους συμφέρωσιν ὑμῖν ἄρχοντες.
[156] (21) καὶ διὰ τοὺς τοιούτους, ὦ Ἀθηναῖοι, λόγους Σωκράτης μὲν πολλοῖς ἀπήχθετο, τὰ δὲ ὑμέτερα, ἐὰν ἄνευ φθόνου σκοπῇ τις, πολλαχῇ βέλτιον ἔσχεν ἐγκαλοῦντος ἀεὶ τούτου καὶ ὀνειδίζοντος, ὅτι χρημάτων μὲν Ἀθηναίοις ἐστὶ πολλὴ φροντὶς καὶ περὶ τοῦτο ἐσπουδάκασι, τῶν δὲ ψυχῶν ὅπως ἄρισται γενήσονται καὶ αὐτῶν καὶ παίδων, οὐδὲ εἷς λόγος. ὧν καθ' ἑκάστην λεγομένων ἡμέραν καὶ ταυτησὶ τῆς παιδείας Σωκράτους συνεχῶς προϊούσης δεῖ νομίζειν τοὺς μὲν ἄγαν κακῶς διακειμένους οὐδὲν ὄνασθαι, τοὺς δὲ εἰδότας ἐρυθριᾶν καὶ πεισθῆναι καὶ γενέσθαι βελτίους. (22) καὶ μὴν [164] ἐν οἷς τοῖς ἅπαντας γοητεύουσιν ἐντυγχάνων σοφισταῖς, τῷ Πρωταγόρᾳ, τῷ [165] Γοργίᾳ, τῷ Προδίκῳ, τῷ Θρασυμάχῳ, τοῖς ἄλλοις οὓς ὁ μισθὸς ἐπὶ πᾶν [167] χωρίον εἷλκεν, ὥσπερ ὁ θαλλὸς τὰ πεινῶντα θρέμματα, ὅτε τούτους ἐν τοῖς ἐρωτήμασιν ἐδείκνυ πολὺ τῆς δόξης ἣν εἶχον ἐλάττους καὶ φρονοῦντας ὡς εἰπεῖν οὐδ' ὁτιοῦν περὶ ὧν ἔφασαν ἑτέρους διδάσκειν ἔχειν, τότε ὁμοῦ μὲν τὴν νεότητα τῆς πόλεως ἐξῃρεῖτο τῆς ἠλιθίου συνηθείας, ὁμοῦ δὲ σοφίας ὑμῶν εἰς ἅπαντας ἀνθρώπους ἀπέστελλεν ὄνομα, εἰ τοὺς ὥσπερ δαίμονας πανταχοῦ θαυμαζομένους ἐπὶ τοῖς λόγοις οὓς ἀνεγίνωσκον ἐπὶ τῷ λαβεῖν, τούτους ἀπέφηνε ῥημάτων συλλογὴν παρεχομένους κενήν, νοῦ δὲ ὅτι πλεῖστον ἀπέχοντας καὶ τοῦ τὴν φύσιν εἰδέναι περὶ ὧν ἐπεχείρουν λέγειν καὶ δικαιότερον ἂν τελέσαντας ἀργύριον ἐπὶ τῷ μαθεῖν ἢ λαμβάνοντας ὥς τι τῶν δεόντων δυναμένους διδάσκειν. (23) διὰ ταῦτα πάντα αὐτοί τε συνθέοντες περιειστήκειτε τὸν Σωκράτην, ὁπότε τῶν τοιούτων ἐλέγχων ἅπτοιτο, καὶ τοὺς ἐπὶ σοφίᾳ φρονοῦντας ὁρῶντες καταδυομένους καὶ μᾶλλον τῶν ἀνδραπόδων ἰλιγγιῶντας καὶ ἀποροῦντας καὶ περιβλέποντας ὅποι φύγοιεν ἐγελᾶτε. καὶ ἅμα πρὸς ἐπιμέλειαν παιδείας ἀληθινῆς ἐτρέπεσθε τοῖς τε παισὶ παρῃνεῖτε [180] τοῦ ταῦτα ποιοῦντος ἔχεσθαι νομίζοντες μεῖζον εἶναι κέρδος αὐτοῖς καὶ μικρὸν τῶν ἐκείνου μετασχεῖν καλῶν ἢ τὸν ἐπὶ γῆς ἅπαντα χρυσόν.
[182] (24) ὧν ἦν ποτε καὶ Ἄνυτος ὁ πικρὸς νυνὶ κατήγορος. καὶ γὰρ οἱ [183] τούτου παῖδες καὶ προσῄεσαν καὶ ἔχαιρον τῷ νῦν φεύγοντι τὴν δίκην, καὶ οὗτος οὔτε ἀπέτρεπεν οὔτε ἐμέμφετο, ὥσπερ οὐδ' ὑμεῖς τοὺς ὑμετέρους αὐτῶν. εἰκότως. ἠπίστασθε γάρ, ὡς ὁ μὲν ὁμιλῶν κἂν θαυμάσειεν, ὁ δὲ θαυμάζων κἂν ζηλώσειε καὶ τῷ πυκνῷ τῆς συνουσίας ἐγγένοιτ' ἄν τις ἐπιθυμία μιμήσεως, ἐπιθυμήσαντες δὲ τῶν ἐπιτηδευμάτων Σωκράτους ἔσονται τῶν πολλῶν εὐθὺς ἀμείνους γαστριμαργίας μὲν καὶ μέθης καὶ λήμματος ἀδίκου καὶ ζεούσης ὀργῆς καὶ θωπείας ἀνελευθέρου καὶ τῶν τούτοις ἐοικότων νοσημάτων γεγονότες κρείττονες, κρυμὸν δὲ καὶ θάλπος τῷ σώματι καθάπερ ἀδαμαντίνῳ δεχόμενοι καὶ μήτε δίψῃ μήτε πείνῃ πιεζόμενοι, οἵους ὄντας ᾔδειτε φοβεροὺς μὲν ἐπὶ στρατείας τοῖς ἐναντίοις ἐσομένους, ἀγαθοὺς δὲ ἐν βουλαῖς τὸ συμφέρον ἰδεῖν. (25) τί οὖν ἡμῖν τὸν χρηστὸν Ἄνυτον ἐξέμηνε; πόθεν ἀποκτεῖναι βούλεται τοῦτον ᾧ πολλάκις ηὔξατο γενέσθαι τοὺς υἱεῖς παραπλησίους; ἐν τοῖς λόγοις, ὦ ἄνδρες, τοῖς τἀληθὲς ζητοῦσιν ἔδει τῷ δηλώσοντι σαφῶς ὃ προὐθυμεῖτο παραδειγμάτων δή τινων, ὃ ποιεῖν ἅπαντες εἰώθαμεν καὶ οὐδὲ τῷ πάνυ βουλομένῳ τοῦτο φυγεῖν ἔνεστι. (26) [198] μεμνημένος δὴ σκυτοτόμων καὶ βυρσοδεψῶν καὶ τῶν ἁλουργὰ ποιούντων ἔρια καὶ τῶν ἐπὶ ταῖς ἄλλαις τέχναις καὶ λέγων, ὡς ἐφ' ὅτῳ τις διατρίβοι, τοῦτ' ἂν εἰδείη μᾶλλον ἑτέρου καὶ καλῶς ἂν κατίδοι φαυλότητα τῶν ἐν αὐτῷ καὶ τοὐναντίον, ὑπ' αὐτῶν τῶν πραγμάτων ἐπὶ τοῦτον Ἄνυτον ἤγετο, ᾧ τὸ μὲν ἀπὸ βυρσῶν εὐπορεῖν οὐκ ἐφαίνετο δεινόν, τῷ δὲ λόγῳ τῆς ἐργασίας ἀγανακτεῖ, καὶ τὸ μὲν ἔργον οὐκ ἔφευγε, δυσχεραίνει δὲ τὸ ῥῆμα. (27) ὑμῶν δὲ ἕκαστος πολλάκις μέμνηται τῆς αὑτοῦ τέχνης καὶ πρός γε χάριν οἶδε τῆς [205] ἀπ' αὐτῆς προσόδου, ἐπεὶ καὶ αὐτὸς Σωκράτης πολλάκις ἂν εἰπὼν τὸν [206] αὑτοῦ πατέρα Σωφρονίσκον προσέθηκεν ἂν καὶ τὰ περὶ τοὺς λίθους καὶ τὴν τῆς [207] μητρὸς οὐκ ἀπεκρύπτετο τέχνην. (28) ᾧ δῆλον ὡς οὐκ ἐφ' ὕβρει τὰς τῶν ἄλλων παρέφερεν, ἀλλ' ὅπως οἱ διάλογοι τὰ αὑτῶν λαμβάνοιεν καὶ μηδὲν [209] τῶν ὀφειλόντων εἰρῆσθαι σιγῷτο. διὰ τοῦτο Ἀπολλόδωρος μὲν ἤκουε πρᾴως καὶ Ξενοκλείδης οὐ γέγραπται, μόνου δέ, ὡς ἔοικεν, Ἀνύτου καθάπερ τυράννου κίνδυνον ἔχει μνησθῆναι καὶ ἃ ποιεῖν τούτῳ δέδοκται, ταῦτα οὐδενὶ συγκεχώρηται λέγειν.
(29) ἀλλ', ὅπερ ἔφην, μηδεὶς οἰέσθω τοῦτον ἀπὸ τῆς πρὸς ὑμᾶς εὐνοίας καὶ τοῦ τὴν λύμην, ἣ χείρους ποιεῖ τοὺς ὑμετέρους παῖδας, ἐθέλειν ἐξελεῖν ἐπὶ τοῦτον ἥκειν τὸν ἀγῶνα. εἰ γὰρ Σωκράτης ὑπερέβαινε τἀληθὲς καὶ τοῦτον ἐσέμνυνε φάσκων ἀρχαῖον παρειληφέναι πλοῦτον, οὔτ' ἂν ἠδίκησθε ὑμεῖς οὔτ' ἂν ἠσέβητο τὸ θεῖον οὔτ' ἂν ἡ νεότης διέφθαρτο. νῦν δὲ οὐχ ὑμῖν βοηθῶν, ἀλλ' ὑπὲρ αὑτοῦ λυπούμενος, οὐδ' ὑπὲρ τῆς πόλεως τιμωρούμενος, ἀλλ' ἀγανακτῶν, εἰ ὅσπερ ἐστὶ καὶ δόξει, πλάττειν αἰτίας καὶ συκοφαντεῖν [220] ὑπέμεινε πριάμενος τὸν ἐπὶ δραχμῇ πάντα ἂν ποιήσαντα Μέλητον. (30) μέγα δὲ ὑμῖν ἐρῶ τεκμήριον, ὡς ἑτέρωθεν κινούμενος τὸ ὑμέτερον προΐσταται. [222] ἤδη γὰρ τῆς γραφῆς ἀπενηνεγμένης καὶ τῆς αἰτίας κεκηρυγμένης περὶ [223] σπονδῶν προσέπεμπε Σωκράτει τὸν μὲν ἀξιῶν ἀποστῆναι τοῦ μεμνῆσθαι τῆς τέχνης, αὐτὸς δὲ ὑπισχνούμενος διαγράψεσθαι τὴν γραφήν. τοῦ δὲ φήσαντος [225] οὐ παύσεσθαι τῶν ἀληθῶν, ἕως ἂν ἐμπνέῃ, χρήσεσθαι δὲ τοῖς αὐτοῖς περὶ τῶν αὐτῶν λόγοις καὶ οὐ τοσοῦτον ἰσχύσειν τὴν κατηγορίαν, ὡς ἃ πρὸ αὐτῆς ἐνόμιζε προσήκειν λέγειν, ταῦτα ἐπ' ἐκείνῃ σιγᾶν, οὕτως ἤδη παρέδωκεν εἰς ὑμᾶς τὸν οὐδὲν ὧν ἐνόμιζε δικαίων προδεδωκότα τῷ φόβῳ. (31) ὥστε καὶ τοῦ νυνὶ κρίνεσθαι Σωκράτην, εἰ δεῖ καὶ τοῦτ' εἰπεῖν, οὐκ Ἄνυτος οὐδὲ Μέλητος αἴτιος, ἀλλ' αὐτὸς Σωκράτης. εἰ γὰρ οὗτος τὴν ἐπικηρυκείαν ἐδέξατο καὶ τοσοῦτον ἔπεισεν αὑτὸν ἢ καθάπαξ ἔξω μνήμης ἀφιέναι τοῦτον ἢ μεμνημένος κοσμεῖν ἀπὸ τῶν οὐ προσηκόντων, νῦν ἂν ἦν ἐν Λυκείῳ λέγων ἅπερ εἰώθει. (32) ἀλλ' οὐκ ἦν ἔμφυτον τῷ γενναίῳ τούτῳ πτῆξαι καὶ ταπεινωθῆναι τῇ γραφῇ καὶ μισθὸν τῆς αὑτοῦ σωτηρίας καταθεῖναι τούτῳ τὴν περὶ αὐτοῦ σιωπήν, ἀλλ' ἠξίου τοῖς βεβιωμένοις σώζεσθαι καὶ καταστὰς ὑπὸ ταῖς ὑμετέραις ψήφοις διά γε τὴν ἀλήθειαν 〈ἀπελθεῖν〉 ἀθῷος, ἀλλ' οὐ ταῖς παρὰ τῶν κατηγόρων ἐπονειδίστοις διαλλαγαῖς. (33) ὡς μὲν οὖν οὔτ' Ἄνυτος διαφθορᾶς τὴν νεότητα ῥυόμενος καὶ ζημίαν αὑτοῦ νομίζων εἶναι, εἴ τις τοὺς ὑμετέρους παῖδας ποιήσει κακούς, Μέλητον τουτονὶ γράψασθαι Σωκράτην ἀνέπεισε Σωκράτει τε ἐξὸν ἀπηλλάχθαι τοῦ νῦν παρόντος κινδύνου θαρρεῖν ἐπῆλθε τὴν κρίσιν τῷ μηδὲν αὑτῷ συνειδέναι φαῦλον μηδὲ τιμωρίας ἄξιον, ἐκ τούτων ὑμῖν δεδηλῶσθαι νομίζω. ἥσθην δὲ οἷς ἐνίων ἤκουσα λεγόντων, ἡνίκα ἐκληροῦσθε. πάνυ γάρ τισιν ἐπῄει θαυμάζειν, εἰ πάλαι πονηρευομένου Σωκράτους καὶ διατριβὰς ἐπ' ὀλέθρῳ τῶν νέων ποιουμένου τοσούτοις ὕστερον χρόνοις διὰ ταῦτα ἀγανακτῶν ὤφθη καὶ τὸ τοῦ πράγματος αἴτιον ἐζήτει παρ' ἄλλοις. (34) ἐντεῦθεν δὴ καὶ αὐτὸς ποιήσομαι τὴν τῶν ἐλέγχων ἀρχήν. ἐξ ὧν [248] καὶ διότι κατήγορος ὀψέ ποτε ἐπέστη, μᾶλλον εἴσεσθε. ἐρωτῶ δὲ ὑμῶν [249] ἐναντίον τὸν φιλόπολιν Ἄνυτον˙ εἰπέ μοι, πρὸς θεῶν, ὁ γέρων οὗτος ὁ γεγονὼς ἑβδομήκοντα ἔτη χθὲς καὶ πρῴην ἐγένετο πονηρῶν διδάσκαλος, πέρυσι, τῆτες, τὸν δ' ἄλλον ἅπαντα χρόνον χρηστὸς ἦν οὐδὲν οὔτε μικρὸν οὔτε μεῖζον βλάπτων τὴν πόλιν, καὶ δεῖ δήπου διὰ μὲν ἐκεῖνον ἐν ᾧ βέλτιστος ἦν ἐπαινεῖσθαι, διὰ δ' αὖ τὴν συμβᾶσαν μεταβολὴν μισεῖσθαι; (35) τί φῄς, Ἄνυτε; τί σιγᾷς; ἄνωθεν ἦν μιαρὸς ἄνθρωπος ἢ πρὸς γῆρας ἥκων ἐπῄνεσε κακίαν; καὶ μὴν καὶ σιγῶν ἀποκέκρισαί μοι. ὅτε γὰρ ἀνδρῶν τεθνεώτων ἐμέμνησο φάσκων ὑπὸ μὲν ἐκείνων κακῶς πεπονθέναι τὴν πόλιν, αὐτοὺς δὲ ὑπὸ τούτου διεφθάρθαι, ὡμολόγεις μὴ νῦν ἡμῖν ἦρχθαι τῆς διαφθορᾶς τὸν Σωκράτην, ἀλλ' ἐξ οὗπερ εἰς τὸ φιλοσοφεῖν κατέστη. (36) διὰ τί οὖν, ὦ κηδεμὼν τῶν νέων, ἀρχαία μὲν ἡ πονηρία, βραδεῖα δὲ ἡ γραφή, καὶ πάλαι μὲν ἡμᾶς ἑώρας ἀδικουμένους, ὀψὲ δὲ ἥκεις βοηθήσων; οὐκ ἐπεδήμεις γενεὰν ὅλην καὶ ἔτι πλέον; οὐχ ἑώρας τοὺς ἐρῶντας αὐτοῦ νεανίσκους; οὐκ ἐπήκουες τῶν λόγων; καὶ γὰρ οὐχ ὧδε ἔσται ἀναχωρεῖν σοι, ὅτι ἄρα [263] καταδὺς οὗτος εἰς γωνίαν καὶ θύρας ἐπιθεὶς καὶ καταλαβὼν ὅρκοις τοὺς συνόντας ἦ μὴν κρύψειν τὴν ἀκρόασιν καὶ θῦμα θυσάμενος δι' ἀπορρήτων ἐδίδασκε τοὺς λυμεῶνας λόγους, οἷς τὸν μὲν ἄλλον ὑπῆρξε λανθάνειν χρόνον, ὕστερον δὲ εἰς φῶς ἐλθεῖν συνέβη τῶν τὴν γλῶτταν ἀκολάστων τινὸς ἐκλελαληκότος. (37) ἀλλ' ἴστε ὅτι τῶν τόπων τοὺς ὅτι πλείστους συνάγοντας ἀνθρώπους ἀνὴρ ἠγάπα καὶ τοσοῦτον ἀπεῖχε τοῦ χαίρειν ταῖς ἐρημίαις, ὥστε μᾶλλον ἄν τις αὐτῷ τὸ τὰ πλήθη διώκειν ἐπ' αἰτίαν ἤγαγεν ἢ τὸ τοῖς νέοις οὐδενὸς παρόντος ὁμιλεῖν. εἷς οὖν ἦσθα τῶν ἀκουόντων καὶ τὴν ζημίαν οὐκ [271] ἀγνοούντων καὶ φανερῶς ἐφ' ὃ χωρεῖ τὸ πρᾶγμα συνιέντων. (38) τί οὖν ἔδει τὸν εὔνουν ποιεῖν; ἀγανακτεῖν, βοᾶν, μὴ διδόναι τῷ κακῷ βαδίζειν, ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπὶ τοὺς νόμους ἀσκεῖ Σωκράτης τοὺς νέους. ἡ πολιτεία κινδυνεύεται. θρασεῖς ἡμῖν καὶ τυραννικοὺς καὶ ἀφορήτους καὶ τὸ ἴσον ὑπερορῶντας ὁ σοφιστὴς ἀνθρώπους δημιουργεῖ. οὐ κωλύσομεν; οὐκ ἐπισχήσομεν; οὐκ ἐκβαλοῦμεν τοῦτον, πρὶν 〈ἂν〉 τὴν τῶν νόμων ἰσχὺν ἐκβάλωσιν οἱ παρὰ τούτῳ τρεφόμενοι; ταῦτ' ἔδει λέγειν καὶ πρὸς τούτῳ τί ποιεῖν Ἄνυτον; τὸν [278] γραψόμενον κινεῖν, εἰ μὴ αὐτός γε ἐβούλετο. (39) ἦν βασιλεὺς ἡμῖν ἀρχὴ καὶ [279] τὸν ἄλλον ἅπαντα χρόνον, Ἄνυτε, ἦσαν Εὐμολπίδαι, ἦν ἅπασα ἁπλῶς ἡ περὶ τὴν εὐσέβειαν φυλακή. λέγε δὴ τουτοισὶ τὴν αἰτίαν τῆς βραδυτῆτος. ἀπράγμων ἦσθα; καὶ μὴν ἡ νυνὶ παρασκευὴ καὶ τὸ μηδενὸς ἀπέχεσθαι πρὸς τὸ τὸν ἄνθρωπον ἀναρπάσαι πᾶν τοὐναντίον μαρτυρεῖ. ἀλλ' οὔπω τὸν δῆμον ἐφίλεις καὶ διὰ τοῦτ' οὐκ ᾤου δεῖν φροντίζειν, εἴ τινες εἰς ἄνδρας ἐλθόντες ἐκ πονηρῶν ἀκουσμάτων καταλύσουσιν αὐτόν. (40) πότερον 〈οὖν〉 σὲ μὲν δεῖ κατηγορεῖν, τοῦτον δὲ ἀποθνήσκειν, ἢ τὸν μὲν ὧν ἔβλαπτε, σὲ δὲ ὧν ἔχων ἐλέγχειν ἐπέτρεπες ἀδικεῖν ὑπέχειν δίκην; μετὰ γὰρ τοῦ κακῶς ποιοῦντος τὸν παρὸν κωλύειν οὐκ ἐθελήσαντα θετέον. ἢ οὖν οὐδὲν ἠδίκει Σωκράτης καὶ κατὰ τοῦτο ἡσυχάζων νῦν ὡς οὐ δικαίως ἐπεξέρχῃ δεικνύεις ἢ κακῶς ποιεῖν ἐπιτρέπων τὴν πόλιν συνηδίκεις ἐν τῷ περιορᾶν ἃ παῦσαι πρόχειρον ἦν.
(41) ἀλλ' οὐχ ἡμάρτανεν, ὦ Ἀθηναῖοι, Σωκράτης, οὐδ' ὀφείλει δίκην Ἄνυτος ὑμῖν τῷ συγκεχωρηκέναι τοσαῦτα τολμᾶν ἐκείνῳ, ἀλλὰ τὸν οὐδὲν ἀδικοῦντα συκοφαντεῖ νῦν. οὐ γὰρ ἀδικοῦντος ἐφείδετο πρότερον, ἀλλὰ μηδὲν ἀδικοῦντα κρίνει νῦν. οὐδὲ γὰρ ἐν ταῖς ἰδίαις οἰκίαις οὓς ἴσμεν τῶν οἰκετῶν κλέπτας ὄντας καὶ περὶ τὰ σκεύη κακούργους, ἐφέντες τούτοις ἀεί τι τῶν ἔνδον ὑφαιρεῖσθαι περιμένομεν ἐν γήρᾳ παρ' αὐτῶν δίκην λαβεῖν, ἀλλ' εὐθὺς κολάζομεν, καὶ πέδαι καὶ μάστιγες καὶ μύλων. καὶ ὅτε πρῶτον ἁλοῖεν, στρεβλοῦνται. Σωκράτους δὲ δοκεῖ τὸ πᾶν ὑμῖν ἀνασχέσθαι τοσοῦτον χρόνον Ἄνυτος διορύττοντος τὴν δημοκρατίαν καὶ παρασκευάζοντος ὑμῖν ὀλέθρους πολίτας;
(42) ἀλλ' ἐῶ τουτὶ καὶ θῶμεν Ἄνυτον ὑπὸ τοῦ μᾶλλον ἑτέροις πράγμασι προσέχειν τὸν νοῦν κεκωλύσθαι ταῦτα ἰδεῖν τὰ πονηρεύματα. ἔστι μὲν γὰρ οὐδὲ τοῦτο ἄξιον, ὦ Ἀθηναῖοι, συγγνώμης. μὴ γὰρ ἔστω μηδενὶ τοσαύτη τῶν οἰκείων πρόνοια, δι' ἣν ἐπὶ τὸ σχῆμα τῆς πολιτείας ὁρῶν ἰόντα κίνδυνον περιόψεται. ὅμως δ' οὖν ἀφείσθω τῆς μέμψεως, εἰ τῶν κοινῶν ὑπ' ἀσχολίας τῆς ἀπὸ τῶν ἰδίων ἠμέλησεν.
(43) ἀλλὰ καὶ τούτου σιγῶντος πῶς οὐχ ἧκεν ἄλλοθεν κατηγορία καὶ κρίσις; οὐ μεστὸν μὲν τὸ βῆμα τῶν λεγόντων ἐστὶν ἐπ' ἐκκλησίας, πλήρη δὲ τὰ δικαστήρια τῶν γραφομένων τῶν μὲν ἐπὶ τοῖς ὄντως ἀδικήμασι, τῶν δὲ δι' ἔχθραν καὶ συκοφαντίαν, ἔστι δὲ ὧν ἐπὶ τῷ ταράξαι καὶ λαβεῖν ἀργύριον; οὐ μεστοὶ γεγόναμεν τῶν πρὸ τῶν Ἐπωνύμων ἐκκειμένων ὁ δεῖνα τοῦ δεῖνος τὸν δεῖνα ἐγράψατο; ἀλλ' οὐχ ὁ δεῖνα τοῦ δεῖνος Σωκράτην [312] Ἀλωπεκῆθεν οὔτε ἀσεβείας οὔτε λύμης τῶν νέων, οὐχ ὕβρεως, οὐκ ἄλλου τινός. [313] (44) ἀλλ' οἱ φιλοτιμούμενοι καὶ τὰ αὑτῶν εἰς ὑμᾶς ἀναλίσκοντες καὶ προστάται τῆς πόλεως ἐπιθυμοῦντες ἀκούειν καὶ τῷ τὰ κοινὰ θεραπεύειν σεμνυνόμενοι καὶ τὰς ἀντὶ τούτων τιμὰς παρ' ὑμῶν λαμβάνοντες διὰ μὲν κώπας καὶ μνᾶς ὀλίγας οὐκ ὤκνουν γράφεσθαι καὶ κατηγορεῖν νομίζοντες τὴν ἐπὶ τῶν ἐλαττόνων ἀκρίβειαν τῶν μειζόνων εἶναι περιφανῆ σωτηρίαν˙ ἄνθρωπον δὲ ὁρῶντες ὑποσπῶντα τὰ τῆς πόλεως ἰσχυρὰ καὶ τοσαύτῃ χρώμενον κατὰ τῶν νόμων τρυφῇ, ὥστε ἐν μέσῳ μηδὲν ὑποστελλόμενον πράττειν 〈τὴν〉 τῆς πολιτείας κατάλυσιν, εἴων, ἐπέτρεπον, συνεχώρουν, μόνον οὐ δωρεῶν ἠξίουν; καὶ τίς ἂν πιστεύσειε; (45) καίτοι τίς ὑμῶν οὐκ οἶδε, πηλίκον τινὲς [322] ὑμῶν παρ' ὑμῖν δυνηθέντες ἐν εὐδαιμονούσῃ καὶ μέγιστον ἰσχυούσῃ τῇ πόλει στρατηγοῦντες καὶ τὸν δῆμον ἄγοντες καὶ τὸ μὲν ὄνομα τῇ δημοκρατίᾳ τηρήσαντες, τῷ δὲ ἔργῳ εἰς μίαν τὴν αὑτῶν ἀρχὴν μεταθέντες καὶ πόλιν ὅλην Λακεδαιμονίων εἰς τὸν φθόνον τὸν αὑτῶν κεκινηκότες καὶ ναυμαχίας νενικηκότες καὶ νήσους εἰληφότες ὅμως οὐ διέφυγον τὸ μὴ δοῦναι λόγον ἐν τουτοισὶ τοῖς δικαστηρίοις; οὐδὲ τοὺς βουλομένους κατηγορεῖν ἀπέστησε τῆς γραφῆς τὸ τῶν κριθησομένων ἀξίωμα, ἀλλ' ἔφευγον, ἠγωνίζοντο, ἀπελογοῦντο. (46) ταχύ γ' ἂν οὖν ἔδεισαν τὴν πενίαν Σωκράτους καὶ τὴν τῶν δικανικῶν ἀγώνων ἀπειρίαν οἱ τὸν ποικιλώτατον τῶν ῥητόρων καὶ πολέμου [331] καὶ εἰρήνης καὶ τῶν ὅλων κύριον κρίναντες. τί οὖν ἦν τὸ τῆς σιωπῆς αἴτιον; οὐ τὸ μὴ εἶναι τοὺς τὰ ἀδικήματα ὁρῶντας, ἀλλὰ τὸ τοῦτον νῦν τὸ συκοφάντου πρᾶγμα ποιεῖν. καὶ μὴν εἰ τὸ πολλάκις κεκρίσθαι τὸν φεύγοντα πρὸς τῶν κατηγόρων ἐστίν, ᾧ γε μήτε ταύτην μήτ' ἄλλην ἐπήνεγκεν αἰτίαν μηδὲ εἷς, πῶς οὐκ ἂν οὗτος τούτῳ πρὸ τῶν ἄλλων ἀποφεύγοι;
(47) πολλῶν δὲ ἐνόντων εἰπεῖν τὸ μὲν ἁπάντων ἀτοπώτατόν ἐστι τὸν ἐν Λυκείῳ διατρίβοντα καὶ πάντα τὸν βίον ἐν τῷ διαλέγεσθαι καὶ ζητεῖν ἀνηλωκότα τῶν ῥητόρων αἰτεῖν γραφάς. ἴστε γὰρ δήπου τοῦθ' ὅτι τῶν τὰ κοινὰ πραττόντων καὶ ἐπὶ τὸ βῆμα ἀνιόντων καὶ γνώμας ἀγορευόντων καὶ ψηφίσματα γραφόντων τούτων ἐστὶ τὸ τοῖς τοιούτοις ἐπιχειρεῖν, οἳ τὸ δύνασθαι βλάπτειν τὸν δῆμον ἐξ αὐτοῦ τούτου τοῦ παρὰ τῷ δήμῳ δύνασθαι λαβόντες ἔχουσιν. εἰ δέ τις ἐν ταῖς παλαίστραις πρὸς τοὺς σοφιστὰς ἤ τινας ἄλλους τῶν ἀεὶ συγγινομένων περὶ τῶν ἀεὶ παραπιπτόντων φιλοσοφεῖ, πῶς ἂν οὗτος οἷός τε εἴη τὴν πολιτείαν μετακινεῖν;
(48) τουτὶ μὲν οὖν, ὦ ἄνδρες, τοσοῦτον ὂν ἐῶ, ἐκεῖνο δ' αὐτὸν ἐρήσομαι˙ Σωκράτης ἐμίσει τὴν δημοκρατίαν, Ἄνυτε, καὶ τύραννον ἡδέως ἂν εἶδεν ἐφεστῶτα τῇ πόλει; τίνα τοῦτον; ἤ, πρὸς Διός, αὑτόν; ῥᾳδίως γ' ἂν ὁ ἄνθρωπος ἐμισθοδότησε δορυφόρους καὶ ξενικὸν συνεστήσατο καὶ πολλοὺς οἰκέτας ὥπλισεν.
(49) ἀλλ' αὐτὸς μὲν οὐκ ἐδεῖτο τοῦ σχήματος, ἑτέρους δ' ἐνῆκε. πάλιν τοίνυν ὥσπερ ἠδίκει μὴ πάλαι κρίνων Σωκράτην, ..... εἰ γὰρ ὅσοι τούτῳ συγγεγένηνται διεφθαρμένοι τυγχάνουσι καὶ καταφρονεῖν ἐπαιδεύθησαν τῶν νόμων, τί μαθὼν οὐ πάντας ὑμῖν τούτους παρέδωκε; τί μὴ κατὰ πάντων ἀπενήνοχε γραφάς; οὐ γὰρ δὴ τὸν μὲν παρακαλοῦντα πρὸς τὰ πονηρὰ δίκης ἄξιον νομιστέον, δι' ὧν δὲ τὰ ἔργα ἐπράχθη, τούτοις δὴ δεῖ πρᾴως ἔχειν. οὐδὲ γὰρ ἐν τοῖς φονικοῖς νόμοις οὕτως ὁρῶμεν διῃρημένον, ἀφεῖσθαι μὲν αἰτίας τὸν δράσαντα, ἄγειν δὲ εἰς κρίσιν τὸν αἴτιον, ἀλλὰ τὸν ἀνδροφόνον προσειπὼν τούτῳ τὸν αἴτιον τοῦ φόνου προσέθηκε μιαρώτερον ἡγούμενος τὸν πράξαντα τοῦ πεπεικότος. (50) ἀλλὰ νῦν ὁ μὲν πείθων ἀνελεῖν τοὺς νόμους Σωκράτης κρίνεται, τῶν δὲ ἐπιθησομένων τῇ τούτων καταλύσει λόγον οὐδεὶς ἀπαιτεῖται. καίτοι τὸν φάσκοντα τῶν νόμων φροντίζειν διὰ πάντων τῶν 〈τῇ〉 δημοκρατίᾳ δυσμενῶν χωρεῖν προσῆκεν, ἀλλ' οὐ τοὺς μὲν ὑπερπηδᾶν, ἑνὶ δὲ πολεμεῖν μόνῳ. δῆλον γὰρ ὅτι καὶ Σωκράτους [364] ἀποθανόντος οἵ γε ὑπὸ τούτου διεφθαρμένοι κακοὶ περὶ ὑμᾶς ἔσονται. τίς ἂν οὖν [365] ἰατρὸν ἀποδέξαιτο παντὶ μὲν ὀφείλοντα βοηθῆσαι τῷ σώματι, τηροῦντα δὲ ἐν τῷ πλείονι τὸ νόσημα; (51) εἰ μὲν οὖν Σωκράτην ᾔδει μὲν πονηρὸν Ἄνυτος οὑτοσί, πονηρῶν δὲ αὖ οὐκ ἠπίστατο διδάσκαλον, καλῶς ἂν ἐπὶ μόνον ᾔει˙ νῦν δὲ τῆς νεότητος ὑμῖν, ὡς ὅδε φησί, διεφθαρμένης καὶ ποθούσης ἑτέραν πολιτείαν διὰ τοὺς τούτου λόγους κοινὴν ἔδει δήπου καὶ τὴν κατηγορίαν εἶναι. τοῦτο γὰρ ἂν ἦν θαρρεῖν ὑμῖν τελέως παρέχοντος, ἀλλ' οὐ ποιοῦντος τοὺς μαθητὰς χαλεπωτέρους τῷ τοῦ διδασκάλου θανάτῳ.
(52) πόθεν οὖν Σωκράτης κρίνεται μόνος; ἐνεθυμήθη πρὸς αὑτὸν ὁ κατήγορος, ὅτι τοῖς μὲν πράγμασι καὶ ταῖς ἀληθείαις οὔτ' ἂν τοῦτον οὔτ' ἂν ἄλλον οὐδένα τῶν τούτῳ πεπλησιακότων ἕλοι, τὰ δ' ὄντα αὑτῷ κατὰ Σωκράτους οὐκ ἂν ὑπάρχοι κατὰ τῶν ἄλλων. ταῦτα δ' ἐστὶ τί; σοφιστὴς καλεῖται. πολλοῖς προσκέκρουκει. κεκωμῴδηται. τῶν εἰσφερόντων οὐκ [377] ἔστιν. ἀλλ' οὐκ ἐπὶ τοὺς νέους ταῦτ' ἂν εἶχεν ἐφόδια. καθ' ὧν οὐκ ἐρρύησαν [378] διαβολαί, τούτους ἔδεισεν ἐν δικασταῖς αἰτιάσασθαι, ἐπεὶ καὶ κατὰ τούτου ψευδέσι διαβολαῖς, οὐκ ἐλέγχοις πιστεύων διώκει.
(53) σκέψασθε δέ. μισόδημος, φησίν, ἐστὶ καὶ τοὺς συνόντας πείθει τῆς δημοκρατίας καταγελᾶν. τί ποιῶν, Ἄνυτε, πρὸς θεῶν; λόγους συνθεὶς ἀνέγνω τοῖς ἑταίροις κατὰ τῆς δημοκρατίας; ἀλλ' οὐκ ἔγραψε μὲν οὐδὲ ἀνέγνω. εἶπε δὲ ἀπὸ στόματος οὗτος ὡς δεῖ μεθιστάναι τὴν πόλιν; ἤκουσέ τις αὐτοῦ λέγοντος μικρὰν μὲν γεγονέναι τὴν πόλιν νόμοις διοικουμένην, εἶναι δ' ἂν μεγάλην, εἰ τυράννων ἐξουσίαις ἤγετο; ποῖον Λύκειον τοιούτους ἐδέξατο λόγους; ποία παλαίστρα; ποῖον ἐργαστήριον; (54) καίτοι τί τὸ κωλύον ἦν ἐπὶ μοναρχίαν προτρέπειν ἀποκεκαλυμμένως καὶ μηδὲν παραλιπεῖν 〈εἰπεῖν〉 ὧν εἰκὸς τὸν ἐρῶντα μεταστάσεως; εἰ μὲν γὰρ ὑφεωρᾶτο κίνδυνον ἐκ τῶν λόγων, ὅλως ἂν ἐσίγα ταῦτα δι' ἅπερ νῦν κρίνεται˙ νομίζων δ' ἐν φίλοις τοῖς ἀκροωμένοις ἐρεῖν, ἧκεν ἂν ἐπὶ γυμνὴν τὴν παραίνεσιν, ἐπῄνεσεν ἂν Πεισίστρατον, ἐθαύμασεν ἂν Ἱππίαν, ἠγάσθη ἂν Ἵππαρχον, [392] ἐκάλεσεν 〈ἂν〉 εὐδαιμονίαν τῶν Ἀθηνῶν ἐκεῖνον τὸν χρόνον. (55) οὗτος τῶν συμβουλευόντων ὁ τρόπος διαρρήδην εἰπεῖν ἃ φρονεῖ τις, πάντα φθέγξασθαι λόγον, πᾶν ᾧ μέλλει πείσειν προσαγαγεῖν, ἡσθῆναι πείσαντα, χαλεπῶς ἐνεγκεῖν ἁμαρτόντα. ὧν οὐδὲν ἂν ἔχοι δεῖξαι πεποιηκότα Σωκράτην ὁ φάσκων αὐτὸν συμβεβουλευκέναι τοῖς νέοις ζητεῖν ὅπως ἡ πόλις δουλεύσει. (56) εἰκὸς δ' ἦν, ὦ ἄνδρες, καὶ εἰ σφόδρα τὴν πρώτην ἐδεδοίκει τὸ τῆς συμβουλῆς σαφὲς καὶ διὰ τοῦτο οὕτως ἔλεγεν ἐπικρυπτόμενος, ὥστ' ἄδειαν εἶναι μὴ πείσαντι, χρόνου γε προϊόντος καὶ τοῦ πράγματος τοῖς νέοις οὐκ ἀπαρέσκοντος τολμῆσαι καὶ φανερῶς εἰπεῖν. ἢ νέους μὲν ἐν τῷ δήμῳ λέγοντας οὐδὲ τοῦ θορύβου τὸ μέγεθος ὧν ἐσπουδάκασιν ἀφίστησιν, ἀλλὰ πᾶν ὑπομένουσιν ἐπὶ τῷ τὸ δοκοῦν αὑτοῖς καταστῆσαι κύριον, Σωκράτης δὲ καθ' ἡσυχίαν ἐξὸν τοὺς ἀκροωμένους λαβεῖν ἀντιλέγοντος οὐδενὸς προὐδίδου τὴν ἐπιθυμίαν τὴν αὑτοῦ δίκαιον οὐκ ἔχων λόγον; (57) τὸ δὲ πάντων μέγιστον, μετέπεσε δὶς ἡμῖν ἤδη τὸ σχῆμα τῆς πολιτείας Σωκράτους ἐπιδημοῦντος καὶ ὄντος Ἀθήνησι, τοῦτο μὲν μετὰ τὴν ἐν Σικελίᾳ συμφοράν, τοῦτο δὲ μετὰ τὴν ἐν Αἰγὸς ποταμοῖς ἀτυχίαν. ἔστιν οὖν εἰπεῖν, ὅτι μετέσχεν ἀνὴρ τῆς τῶν τετρακοσίων ὀλιγαρχίας ἢ τῆς τῶν τριάκοντα παρανομίας; τὸν Πείσανδρον ἐμιμήσατο; μετὰ Θηραμένους ἐξήτασται; τῷ Φρυνίχῳ ταὐτὰ ποιῶν ὤφθη; (58) ἀλλ' οὐκ ἔδειξεν αὑτὸν ἐν μέσῳ, λάθρα δὲ τὸ πρᾶγμα συνέθηκεν ὡς ἄν 〈τις〉 ὄχλῳ μὲν οὐκ εἰωθὼς χρῆσθαι, τῶν δ' αὐτῶν ἐκείνοις ἐπιθυμῶν; ἑτέρου ταῦτα ἦν τοῦ καὶ τῶν τετρακοσίων ἑνὸς καὶ λόγον ὕστερον ὧν ἔδοξεν [413] ἀδικεῖν δεδωκότος. Σωκράτης δὲ οὔτε φυομένου συνεφήψατο τοῦ πράγματος οὔτε ἀκμάζοντος ἐκοινώνησεν οὔτε πεπραγμένου κέκριται. (59) οὐ μὴν οὐδὲ τερπόμενός γε ἐφάνη ποτὲ τῇ μεταστάσει καὶ συνευχόμενος τοῖς ἔχουσι τὴν ἀρχήν, ὡς ἄν τις δειλίᾳ μὲν φεύγων τὴν κοινωνίαν, πονηρίᾳ δὲ χαίρων τῷ κακῶς πάσχειν τὸν δῆμον. οὐ τοίνυν οὐδὲ τῶν τριάκοντα ἦν οὔτε συνάρχων οὔτ' ἐπαινέτης, ἀλλ' οὕτως οὐκ ἤρεσκον ἀλλήλοις, ὥσθ' ὁ μὲν κατηγόρει τῶν ὑπ' ἐκείνων πραττομένων, Κριτίας δὲ ὁ μαθητής τε καὶ φίλος σιγῆς [420] ἐτιμᾶτο τῷ διδασκάλῳ. ἔστιν οὖν ὅπως 〈ἂν〉 ἄνθρωπος τυραννικὸς ἀποῦσαν [421] μὲν κατασκευάζοι τὴν τυραννίδα, παρούσῃ δὲ ἄχθοιτο, καὶ εὔχοιτο μὲν ἂν [422] ἰδεῖν ἄκυρον τῶν πραγμάτων τὸν δῆμον, ὁρῶν δὲ λυποῖτο; (60) ποῦ τοίνυν ὁ τυραννοδιδάσκαλος; ἐπίδειξον. ἄγων τοὺς νέους ἧκε παρὰ τὸν [424] Δρακοντίδην καὶ Χαρικλέα καὶ Μηλόβιον καὶ τοὺς ἄλλους καὶ παράδειγμα βίου καλλίστου τούτους ἐκέλευσεν ἡγεῖσθαι, καὶ τῶν μὲν ἐδεήθη μεταπέμπεσθαι τοὺς νεανίσκους, τοῖς δὲ παρῄνεσεν εἰς ἐκείνους βλέπειν καὶ σκοπεῖν ὅπως διαδέξονται τὴν τυραννίδα; (61) καὶ τούτων ἂν ἐπιδείξῃ 〈τι〉 τήμερον Ἄνυτος, δίκαιός ἐστι κατήγορος 〈καὶ〉 κήδεται τῆς πόλεως, εἰ καὶ βραδέως. εἰ δ' ἀπὸ μὲν καιρῶν ἱκανῶν δεῖξαι φύσιν τυραννικὴν οὐκ ἂν δύναιτο τὸν ἄνθρωπον ἐλέγχειν, αἰτίας δὲ συναγαγὼν οὐκ οὔσας παροξύνει τοὺς ὀμωμοκότας, μὴ λανθανέτω μετὰ Σωκράτους ἀδικῶν οὓς ἐπιορκεῖν ἀναγκάζει.
(62) τί οὖν ἐστι δι' ὃ γράψασθαι τετόλμηκε καὶ οὕτω τεθαρρηκότως τηλικαύτην αἰτίαν ἐπήνεγκεν; Ἡσιόδου, φησίν, [ἔπη] καὶ Θεόγνιδος καὶ [434] Ὁμήρου καὶ τῶν Πινδάρου μελῶν, τοὺς δὲ ποιη