[31] Χαρμίδου τε οἰκέτας αὐτῷ διδόντος, ἵν' ἀπ' αὐτῶν προσοδεύοιτο, οὐχ εἵλετο˙ καὶ τὸ κάλλος ὑπερεῖδεν Ἀλκιβιάδου κατά τινας. καὶ ἐπῄνει σχολὴν ὡς κάλλιστον κτημάτων, καθὰ καὶ Ξενοφῶν ἐν Συμποσίῳ φησίν (IV. 44). ἔλεγε δὲ καὶ ἓν μόνον ἀγαθὸν εἶναι, τὴν ἐπιστήμην, καὶ ἓν μόνον κακόν, τὴν ἀμαθίαν˙ πλοῦτον δὲ καὶ εὐγένειαν οὐδὲν σεμνὸν ἔχειν, πᾶν δὲ τοὐναντίον κακόν. εἰπόντος γοῦν τινος αὐτῷ ὡς εἴη Ἀντισθένης μητρὸς Θρᾴττης, "σὺ δ' ᾤου," ἔφη, "οὕτως ἂν γενναῖον ἐκ δυεῖν Ἀθηναίων γενέσθαι;" Φαίδωνα δὲ δι' αἰχμαλωσίαν ἐπ' οἰκήματος καθήμενον προσέταξε Κρίτωνι λυτρώσασθαι, καὶ φιλόσοφον ἀπειργάσατο. [31] Χαρμίδου τε οἰκέτας αὐτῷ διδόντος, ἵν' ἀπ' αὐτῶν προσοδεύοιτο, οὐχ εἵλετο˙ καὶ τὸ κάλλος ὑπερεῖδεν Ἀλκιβιάδου κατά τινας. καὶ ἐπῄνει σχολὴν ὡς κάλλιστον κτημάτων, καθὰ καὶ Ξενοφῶν ἐν Συμποσίῳ φησίν. ἔλεγε δὲ καὶ ἓν μόνον ἀγαθὸν εἶναι, τὴν ἐπιστήμην, καὶ ἓν μόνον κακόν, τὴν ἀμαθίαν˙ πλοῦτον δὲ καὶ εὐγένειαν οὐδὲν σεμνὸν ἔχειν, πᾶν δὲ τοὐναντίον κακόν. εἰπόντος γοῦν τινος αὐτῷ ὡς εἴη Ἀντισθένης μητρὸς Θρᾴττης, "σὺ δ' ᾤου," ἔφη, "οὕτως ἂν γενναῖον ἐκ δυεῖν Ἀθηναίων γενέσθαι;" Φαίδωνα δὲ δι' αἰχμαλωσίαν ἐπ' οἰκήματος καθήμενον προσέταξε Κρίτωνι λυτρώσασθαι, καὶ φιλόσοφον ἀπειργάσατο. [31] [1131] Χαρμίδου τε οἰκέτας αὐτῷ διδόντος, ἵν' ἀπ' αὐτῶν προσοδεύοιτο, οὐχ εἵλετο˙ καὶ τὸ κάλλος ὑπερεῖδεν Ἀλκιβιάδου κατά τινας. Καὶ ἐπῄνει σχολὴν ὡς κάλλιστον κτημάτων, καθὰ καὶ Ξενοφῶν ἐν Συμποσίῳ φησίν. Ἔλεγε [1135] δὲ καὶ ἓν μόνον ἀγαθὸν εἶναι, τὴν ἐπιστήμην, καὶ ἓν μόνον κακόν, τὴν ἀμαθίαν˙ πλοῦτον δὲ καὶ εὐγένειαν οὐδὲν σεμνὸν ἔχειν, πᾶν δὲ τοὐναντίον κακόν. Εἰπόντος γοῦν τινος αὐτῷ ὡς εἴη Ἀντισθένης μητρὸς Θρᾴττης, "Σὺ δ' ᾤου," ἔφη, "οὕτως ἂν γενναῖον ἐκ δυεῖν Ἀθηναίων[11310] γενέσθαι;" Φαίδωνα δὲ δι' αἰχμαλωσίαν ἐπ' οἰκήματος καθήμενον προσέταξε Κρίτωνι λυτρώσασθαι, καὶ φιλόσοφον ἀπειργάσατο.