I F 1

I F 1 SOCRAT. EPIST. I (Σωκράτους):
(1) οὔ μοι δοκεῖς καλῶς τὴν ἐμὴν συνιέναι γνώμην - οὐ γὰρ ἂν τὸ δεύτερον ἐπέστελλες καὶ πλέονα δώσειν ὑπισχνοῦ - ἀλλ' ὥσπερ τοὺς σοφιστάς καὶ Σωκράτην, φαίνῃ ὑπονοεῖν παλιμπράτην τινὰ εἶναι παιδείας καὶ τὰ πρότερον γράψαι οὐχ ἁπλῶς ἀρνούμενον, ἀλλ' ἐπὶ πλείοσι τῶν τότε δεδομένων ὑπὸ σοῦ. νῦν δ' οὖν ὑπερβολὰς ὑπισχνῇ καὶ τῷ πλήθει τῶν διδομένων οἴει με παραστήσεσθαι καταλιπόντα τὴν Ἀθήνησι διατριβὴν παρὰ δὲ ἥξειν τὸν οὔθ' ὅλως καλὸν νομίζοντα τοὺς ἐν φιλοσοφίᾳ πιπράσκειν λόγους, ἐμοί τε καὶ σφόδρα ἄηθες. (2) ἀφ' οὗ γὰρ προσῆλθον αὐτῇ τοῦ θεοῦ κελεύσαντος φιλοσοφεῖν, παρ' οὐδενὸς οὐδὲν εἰληφὼς εὐρεθήσομαι˙ ἀλλὰ τὰς διατριβὰς ἐν κοινῷ ποιούμεθα, ἐπίσης ὁμολογήσας ἀκούειν τῷ 〈πολλὰ〉 ἔχοντί τε καὶ τῷ μή. καὶ οὔτε ἐγκλεισάμενος φιλοσοφῶ καθάπερ Πυθαγόρας ἱστορεῖται οὔτε εἰς τὰ πλήθη παριὼν τοὺς βουλομένους ἀκούειν ἀργύριον εἰσπράττω, ὅπερ ἄλλοι τέ τινες πρότερον ἐποίησαν καὶ τῶν καθ' ἡμᾶς ἔνιοι ποιοῦσιν. ὁρῶ γὰρ ὅτι τὰ μὲν ἀρκοῦντα καὶ παρ' ἐμαυτοῦ ἔχω, τὰ δ' εἰς περιουσίαν, πρῶτον μὲν οἷς ἂν λαβὼν παρακαταθῶμαι οὐχ εὑρίσκω οὐδένα τῶν δωσόντων μοι πιστότερον. (3) οὓς εἰ μὲν φαύλους ὑπολήψομαι, οὐδὲ παρακατατιθέμενος αὐτοῖς ὀρθῶς δόξω φρονεῖν˙ παρὰ χρηστῶν δέ μοι ἔξεστι καὶ μηδὲν δόντι λαμβάνειν. οὐ γὰρ ἀργυρίου μὲν φύλακες πιστοὶ ὑπάρξουσι, χάριτος δὲ ἄπιστοι, οὐδὲ τὸ μὲν δοθὲν οὐκ ἂν ἀξιώσειαν ἀποστερεῖν, ἐφ' οἷς δὲ καὶ τὸ ἀργύριον ἐδίδοσαν, πρότερον προῖκα εἰληφότες παρ' ἡμῶν, περιόψονται ἡμᾶς ἀπορουμένους. ἑνὶ δὲ κεφαλαίῳ˙ εἰκὸς φίλους μὲν ὄντας πολλὰ καὶ τῶν ἰδίων ἡμῖν προέσθαι, φίλους δὲ μὴ ὑπάρχοντας ἔνια καὶ τῶν ἡμετέρων προσαποστερεῖν ζητήσειν. αὐτὸς δὲ ὥστε τηρεῖν ἀργύριον οὐκ ἄγω σχολήν˙ (4) θαυμάζω δὲ [καὶ], τῶν λοιπῶν, οἳ παρασκευάζεσθαι μέν φασιν αὑτῶν χάριν, φαίνονται δὲ αὑτοὺς διὰ τὰ κέρδη ἀποδόμενοι, καὶ παιδείας ὀλιγωροῦντες χρηματισμοῦ ἐπιμελοῦνται. τοιγαροῦν τῆς μὲν κτήσεως θαυμάζονται, τῆς δὲ ἀπαιδευσίας καταγελῶνται καὶ τῶν ἄλλων πάντων μακαρίζονται πλὴν ἑαυτῶν. καίτοι πῶς οὐ δεινὸν ἐπὶ μὲν φίλῳ δοκεῖν εἶναι αἰσχρὸν ἡγεῖσθαι καὶ μηδ' ἂν βιῶναι βούλεσθαι ἑτέροις ὄντα πρόσθεμα καὶ ἀλλοτρίων παρασιτοῦντα ἀγαθῶν, ταὐτὸ δὲ τοῦτο πρὸς τὰ χρήματα πεπονθότα μὴ αἰδεῖσθαι; ἢ οὐκ ἴσμεν, ὅτι καὶ τιμῶνται οὗτοι διὰ τὸν πλοῦτον καὶ μεταπεσούσης τῆς τύχης ἐν ἀτιμίᾳ διάγουσι τῇ πάσῃ; (5) ὥστε μήτε τιμωμένους αὐτοὺς χαίρειν (οὐ γὰρ ἐφ' ἑαυτοῖς τιμῶνται) ἀτιμαζομένους τε πολὺ μᾶλλον ἄχθεσθαι˙ τὸ γὰρ ἀτιμαζόμενον καὶ δι' ὃ παρορῶνται, αὐτοί εἰσι.
πρῶτον μὲν οὖν οὐκ ὀρθῶς ὑπέλαβες, εἰ Σωκράτην οἴει δι' ἀργύριον ποιήσειν, ὃ μὴ καὶ προῖκα αὐτῷ καλῶς εἶχε πρᾶξαι. καὶ πρὸς τούτῳ ἐκεῖνο οὐκ ἐλογίσω, ὅτι ἐνταῦθά με πολλὰ κατέχει, καὶ τὸ μέγιστον, αἱ τῆς πατρίδος χρεῖαι. καὶ μὴ θαυμάσῃς, εἰ καὶ τῇ πατρίδι χρείας τινάς φαμὲν ἐκτελεῖν, ὅτι οὔτε ἐν στρατηγίαις οὔτε ἐπὶ τοῦ βήματος ἐξετάζομαι. (6) πρῶτον μὲν γὰρ οἶμαι, καθ' ὃ δύναται ἕκαστος ὠφελεῖν, ἐξετάζεσθαι. τὸ δὲ μείζω ἢ ἐλάττω πράττειν οὐκ ἐπ' αὐτῷ ἐστίν˙ ἀλλὰ τοῦ μὲν ἕτερα ἔχει τὴν αἰτίαν τοῦ δὲ καθάπαξ αὐτός. ἔπειτα δέ οὐ τῶν τοσαύτῃ πόλει συμβουλευσόντων δεῖ μόνον οὐδὲ τῶν ἡγησομένων κατὰ γῆν ἢ κατὰ θάλατταν, ἀλλὰ καὶ τῶν ἐπιστησόντων τοὺς ἐπὶ τὰ τῇ πόλει συμφέροντα ἰόντας˙ οὐδὲν γὰρ θαυμαστὸν ὑπὸ μεγέθους τῶν ἐπικειμένων οἷον ἀποκοιμίζεσθαι ἐνίους αὐτῶν, οἷς τοῦ ἐπεγείροντος ὥσπερ μύωπος δεήσει. (7) πρὸς ἃ δὴ καὶ ἐμὲ ἔταξεν ὁ θεός. ἐπιεικῶς μὲν οὖν ἀπεχθάνεσθαί μοι συμβαίνει ἀπ' αὐτου. ἀλλ' ἐκεῖνος ἀφίστασθαι οὐκ ἐᾷ, ᾧ πειστέον μᾶλλον. εἰκὸς γὰρ τόγε ὑγιὲς ἐμοῦ κρεῖττον αὐτὸν εἰδέναι˙ ἐπεὶ καὶ πρὸς σὲ βουλομένῳ ἀπεῖπε μὴ ἰέναι καὶ τὸ δεύτερον πέμψαντός σου ἀπηγόρευσεν. ἀπειθεῖν δὲ αὐτῷ ὀκνῶ καὶ τὸν Πίνδαρον ἡγούμενος εἰς τοῦτο εἶναι σοφόν, ὅς φησι˙
"θεοῦ δὲ δείξαντος ἀρχὰν ἕκαστον ἐν πρᾶγος εὐθεῖα δὴ κέλευθος ἀρετὰν ἑλεῖν, τελευταί τε καλλίονες" [ = fr. 108a Schröder].
σχεδὸν γὰρ οὕτω που αὐτῷ ἔχει τὸ ὑπόρχημα. (8) πολλὰ δὲ καὶ πολλοῖς τῶν ἄλλων εἴρηται ποιητῶν περὶ θεῶν καὶ ὅτι τὰ μὲν κατὰ τὴν τούτων βούλησιν πραττόμενα ἐπὶ τὸ λῷον ἐκβαίνει, τὰ δὲ παρὰ θεὸν ἀλυσιτελῆ ὑπάρχει τοῖς πράξασιν. ὁρῶ δὲ καὶ τῶν πόλεων τῶν Ἑλληνίδων τὰς φρονιμωτάτας συμβούλῳ χρωμένας τῷ ἐν Δελφοῖς θεῷ, καὶ ὅσαι μὲν ἂν τούτῳ πειθόμεναι πράττωσι, πρὸς ὠφέλειαν αὑταῖς γινομένας, ὅσαι δ' ἂν ἀπειθήσωσιν, ὡς τὸ πολὺ βλαπτομένας. οὐ θαυμάσαιμι δ' ἄν, εἴ μοι περὶ τοῦ δαιμονίου ἀπιστήσειας λέγοντι. ἤδη γὰρ πρός με καὶ ἄλλοι οὕτω διετέθησαν οὐκ ὀλίγοι. (9) πλεῖστοι δέ μοι ἠπίστησαν ἐν τῇ ἐπὶ Δηλίῳ μάχῃ. παρῆν γὰρ τότε τῇ στρατείᾳ καὶ συνεμαχόμην πανδημεὶ τῆς πόλεως ἐξεληλυθυίας˙ ἐν δὲ τῇ φυγῇ ἅμα πολλοὶ ὑπαπήειμεν, καὶ ὡς ἐπὶ διαβάσεώς τινος ἐγενόμεθα, συνέβη μοι τὸ εἰωθὸς σημεῖον. ἐνέστην οὖν καὶ εἶπον˙ ἄνδρες, οὔ μοι δοκεῖ ταύτην πορεύεσθαι˙ τὸ γὰρ δαιμόνιόν μοι, ἡ φωνὴ, γέγονεν. οἱ μὲν οὖν πλείους πρὸς ὀργὴν καὶ ὡσπερεὶ παίζοντος ἐμοῦ ἐν οὐκ ἐπιτηδείῳ καιρῷ ὁρμήσαντες εὐθεῖαν ἐβάδιζον˙ ὀλίγοι δέ τινες ἐπείσθησαν καὶ τὴν ἐναντίαν ἐμοὶ συναπετράποντο˙ καὶ οἴκαδε πορευόμενοι διεσώθημεν. τοὺς δ' ἄλλους ἥκων τις ἐξ αὐτῶν πάντας ἔφη ἀπολωλέναι˙ εἰς γὰρ τοὺς ἱππέας ἐμπεσεῖν τῶν πολεμίων ἐπανιόντας ἀπὸ τῆς διώξεως˙ πρὸς οὓς τὸ μὲν πρῶτον μάχεσθαι, ὕστερον δὲ περικλειομένους ὑπ' αὐτῶν πλειόνων ὄντων ἐγκλίναντας καὶ περικαταλήπτους γενομένους πάντας ἀπολέσθαι. αὐτὸς δὲ ὁ ταῦτα ἀπαγγέλλων τραυματίας ἀφῖκτο καὶ μόνην τὴν ἀσπίδα σῴζων. (10) πολλὰ δὲ καὶ ἰδίᾳ προηγόρευσα ἐνίοις τῶν ἀποβησομένων διδάσκοντος τοῦ θεοῦ.
σὺ δὲ καὶ τῆς βασιλείας ἔφησας μέρος διδόναι καὶ παρακαλεῖς 〈με〉 μὴ ὡς ἀρξόμενον βαδίζειν, ἀλλ' ὡς τοὐναντίον ἄρξοντα καὶ τῶν ἄλλων καὶ σοῦ αὐτοῦ. ἐγὼ δὲ μεμαθηκέναι ἄρχειν οὔ φημι, μὴ εἰδὼς δὲ οὐκ ἂν δεξαίμην μᾶλλον βασιλεύειν ἢ κυβερνᾶν μὴ ἐπιστάμενος. οἶδα δὲ, ὅτι εἰ καὶ οἱ ἄλλοι ἄνθρωποι ὁμοίως διέκειντο, ἥττονα ἂν ἦν κακὰ ἐν τῷ βίῳ. νῦν δ' ἡ τῶν μὴ ἐπισταμένων τόλμα ἐπιχειροῦσα οἷς μὴ ἴσασιν εἰς τοῦτο ταραχῆς αὐτοὺς προάγει˙ ὅθεν καὶ τὴν τύχην ἔτι μείζω πεποίηκε τῇ ἐκείνων ἀνοίᾳ τὴν ταύτης ἐξουσίαν αὐξάνουσα. (11) καὶ μέντοι οὐδὲ ἐκεῖνο ἀγνοῶ, ὅτι ἐνδοξότερον εἶναι καὶ περιβλέπεσθαι μᾶλλον εἰκὸς ἰδιώτου βασιλέα ὄντα. ἀλλ' ὥσπερ οὐδὲ ἐφ' ἵππον ἂν εἱλόμην καθίζεσθαι ἄπειρος ὢν ἱππικῆς, ἀλλ' ἐλυσιτέλει μοι πεζῷ εἶναι, κᾂν εἰ ταπεινότερος πολὺ τοῦ ἱππέως ἦν, οὕτω καὶ περὶ βασιλείας καὶ ἰδιωτείας φρονῶ˙ καὶ οὐκ ἂν ὑπ' ἐπιθυμίας τῶν μειζόνων ἐξαρθεὶς ἐπιφανεστέρων ὀρεχθείην συμφορῶν. ἐοίκασι δὲ καὶ οἱ πρῶτοι μυθολογήσαντες τὰ περὶ τὸν Βελλεροφόντην τούτῳ τι παραπλήσιον αἰνίξασθαι. (12) οὐ γὰρ ὅτι, οἶμαι, τόπου ὑψηλοτέρου ἐπεθύμησεν, ἀλλ' ὅτι πραγμάτων μειζόνων ἢ καθ' ἑαυτὸν ὠρέχθη, μετὰ ταῦτα αὐτῷ συμφοραὶ ἐγένοντο. καταπεσὼν γὰρ ἀπὸ τῆς ἐλπίδος αἰσχρῶς καὶ ἐπονειδίστως. τὸν λοιπὸν ἔζη βίον, διὰ τοὺς ἐφυβρίζοντας ἐν τοῖς ἄστεσιν ἐπὶ τὴν ἐρημίαν ἐπεξεληλυθώς, καὶ τὰς βάσεις ἀπολωλεκώς, οὐχ ἅσπερ ἡμεῖς οἰόμεθα λέγειν, ἀλλὰ τὴν παῤῥησίαν, ἐφ' ἧς ὀρθοῦται ὁ ἑκάστου βίος. ταῦτα μὲν οὖν ὅπῃ τοῖς ποιηταῖς φίλα, ταύτῃ ὑπονοείσθω. τὸ δ' ἐμὸν δεύτερον ἤδη ἀκούεις, ὅτι οὐκ ἀλλάττομαι τῶν ἐκεῖ τἀνθάδε ἀμείνω δοκῶν. ἀλλ' οὐδὲ τῷ θεῷ συναρέσκει, ᾧ μέχρι νῦν συμβούλῳ τε καὶ ἐπιτρόπῳ ἐμαυτοῦ χρῶμαι.