IV A 1

IV A 1 DIOG. LAERT. II 65:
Ἀρίστιππος τὸ μὲν γένος ἦν Κυρηναῖος, [2] ἀφιγμένος δ' Ἀθήναζε, καθά φησιν Αἰσχίνης (fr.24 Kraus), κατὰ κλέος [3] Σωκράτους. οὗτος σοφιστεύσας, ὥς φησι Φαινίας ὁ περιπατητικὸς ὁ Ἐρέσιος [F.H.G. II p. 299 = fr. 31 Wehrli], πρῶτος τῶν Σωκρατικῶν μισθοὺς εἰσεπράξατο καὶ ἀπέστειλε χρήματα τῷ διδασκάλῳ. καί [6] ποτε πέμψας αὐτῷ μνᾶς εἴκοσι παλινδρόμους ἔλαβεν, εἰπόντος Σωκράτους τὸ δαιμόνιον αὐτῷ μὴ ἐπιτρέπειν˙ ἐδυσχέραινε γὰρ ἐπὶ τούτῳ [EUDOC. violar. 175 p. 122, 6-12].
SUID. s.v. Ἀρίστιππος:
Ἀρίστιππος, Ἀριτάδου, ἀπὸ Κυρήνης, φιλόσοφος, Σωκράτους ἀκουστής˙ ἀφ' οὗπερ ἡ Κυρηναϊκὴ κληθεῖσα αἵρεσις ἤρξατο. πρῶτος δὲ τῶν Σωκρατικῶν μισθοὺς ἐπράξατο. [= HESYCH. MILES. onomat. XC p. 25, 6-9]
STRAB. XVII 3, 22:
ἄνδρες δ' ἐγένοντο γνώριμοι Κυρηναῖοι Ἀρίστιππός τε ὁ Σωκρατικός, ὅστις καὶ τὴν Κυρηναϊκὴν κατεβάλετο φιλοσοφίαν.
SYNES. epist. 50:
ὀδύρομαι δὲ τὸ κλεινὸν ἔδαφος τῆς Κυρήνης, ὃ πάλαι μὲν εἶχον Καρνεάδαι τε καὶ Ἀρίστιπποι, νυνὶ δὲ Ἰωάνναι τε καὶ Ἰούλιοι . . . de Aristippi temporibus cf. DIODOR. bibl. hist. XV 76,4 [ = I H 3] et DIO CHRYSOST. orat. VIII (7) [ = I H 2].