I H 1

PLAT. Phaed. 59 B-C:
ΕΧ. ἔτυχον δέ, ὦ Φαίδων, τίνες παραγενόμενοι [scil. Socrati morienti]; - ΦΑΙΔ. οὗτός τε δὴ ὁ Ἀπολλόδωρος τῶν ἐπιχωρίων παρῆν καὶ Κριτόβουλος καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἔτι Ἑρμογένης καὶ Ἐπιγένης καὶ Αἰσχίνης καὶ Ἀντισθένης˙ ἦν δὲ καὶ Κτήσιππος ὁ Παιανιεὺς καὶ Μενέξενος καὶ ἄλλοι τινὲς τῶν ἐπιχωρίων. Πλάτων δὲ οἶμαι ἠσθένει. - (C) ΕΧ. ξένοι δέ τινες παρῆσαν; - ΦΑΙΔ. ναί, Σιμμίας τέ γε ὁ Θηβαῖος καὶ Κέβης καὶ Φαιδώνδης καὶ Μεγαρόθεν Εὐκλείδης τε καὶ Τερψίων. - ΕΧ. τί δέ; Ἀρίστιππος καὶ Κλεόμβροτος παρεγένοντο; - ΦΑΙΔ. οὐ δῆτα˙ ἐν Αἰγίνῃ γὰρ ἐλέγοντο εἶναι.
SOCRATIC. EPIST. XIV 9
(Euclides (?) Xenophonti): [...] τῶν δὲ φίλων παρῆμεν αὐτῷ [scil. Socrati] τελευτῶντι ἐγὼ καὶ Τερψίων καὶ Ἀπολλόδωρος καὶ Φαίδων καὶ Ἀντισθένης καὶ Ἑρμογένης καὶ Κτήσιππος˙ Πλάτων δὲ καὶ Κλέομβροτος καὶ Ἀρίστιππος ὑστέρουν˙ ὁ μὲν γὰρ Πλάτων ἐνόσει, τὼ δὲ ἑτέρω περὶ Αἴγιναν ἤστην.
LIBAN. declam. II [de Socrati silentio] 23:
τί γὰρ εἰς τὸ δεσμωτήριον μειράκιον παρελήλυθεν; Ἀπολλόδωρος καὶ Κρίτων καὶ Φαίδων καὶ Σιμμίας καὶ Κέβης, Ἑρμογένης, Ἐπιγένης, Ἀντισθένης, Αἰσχίνης ἄνδρες γέροντες, ὁμιληταὶ Σωκράτους.