V D 1

V D 1 SUID. s.v. Φιλίσκος (n. 359):
Αἰγινήτης, ὁ διδάξας γράμματα Ἀλέξανδρον τὸν Μακεδόνα. αὐτὸς δὲ ἀκουστὴς ἦν τοῦ Κυνὸς Διογένους, κατὰ δὲ Ἕρμιππον [fr. 37 F.H.G. III 45 = fr. 37 Wehrli] Στίλπωνος. ἔγραψε διαλόγους, ὧν ἐστι Κόδρος.
SUID. s.v. Φιλίσκος (n. 362):
Αἰγινήτης˙ ὃς κατὰ θέαν ἐλθὼν τῶν Ἀθηναίων, ἀκούσας Διογένους [6] ἐφιλοσόφησεν. ὁ δὲ τούτου πατὴρ ἀπέστειλεν ἐπ' αὐτὸν τὸν ἀδελφόν, καὶ ταυτὸν ἔπαθε καὶ οὗτος˙ καὶ ὁ πατὴρ πάλιν ἐπ' ἀμφοτέρους ἐλθὼν ἐφιλοσόφησε [8] καὶ αὐτός. ἐγένετο δὲ αὐτοῦ ὁμιλητὴς καὶ Φωκίων ὁ χρηστός. τελευτήσας δὲ ἐν Κορίνθῳ κεῖται, καὶ κύων ἐστὶν ἐπὶ τῷ μνήματι. ἐτιμήθη δὲ εἰκόνι παρὰ Σινωπέων καὶ ἐπιγράμματι˙ γηράσκει καὶ χρυσὸς ὑπὸ χρόνου˙ ἀλλὰ σὸν οὔτι κῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ. μοῦνος ἐπεὶ βιοτᾷ [12] αὐταρκέα δόξαν ἔδειξας θνητοῖς οἷς ζωῆς οἶμος ἐλαφροτάτη.