V L 1

V L 1 DIOG. LAERT. VI 94-95:
Μητροκλῆς, ἀδελφὸς Ἱππαρχίας, ὃς πρότερον ἀκούων Θεοφράστου τοῦ περιπατητικοῦ τοσοῦτον διέφθαρτο ὥστε ποτὲ μελετῶν καὶ μεταξύ πως ἀποπαρδὼν ὑπ' ἀθυμίας οἴκοι [4] κατάκλειστος ἦν, ἀποκαρτερεῖν βουλόμενος. μαθὼν δὴ ὁ Κράτης εἰσῆλθε πρὸς αὐτὸν παρακληθεὶς καὶ θέρμους ἐπίτηδες βεβρωκὼς ἔπειθε μὲν αὐτὸν καὶ διὰ τῶν λόγων μηδὲν φαῦλον πεποιηκέναι˙ τέρας γὰρ ἂν γεγονέναι εἰ μὴ καὶ τὰ πνεύματα κατὰ φύσιν ἀπεκρίνετο˙ τέλος δὲ καὶ [8] ἀποπαρδὼν ἀνέρρωσεν αὐτόν, ἀφ' ὁμοιότητος τῶν ἔργων παραμυθησάμενος. τοὐντεῦθεν ἤκουεν αὐτοῦ καὶ ἐγένετο ἀνὴρ ἱκανὸς ἐν φιλοσοφίᾳ. (95) οὗτος τὰ ἑαυτοῦ συγγράμματα κατακαίων, ὥς φησιν Ἑκάτων ἐν πρώτῳ Χρειῶν [fr. 23 Gamoll], ἐπέλεγε [Adesp. trag. fr. 285 N2 p. 894].
[12] τάδ' ἔστ' ὀνείρων νερτέρων φαντάσματα,
[13] [οἷον λῆρος]˙ οἱ δ', ὅτι τὰς Θεοφράστου ἀκροάσεις καταφλέγων ἐπέλεγε,
[14] Ἥφαιστε, πρόμολ' ὧδε, πόλις νύ τι σεῖο χατίζει.
οὗτος ἔλεγε τῶν πραγμάτων τὰ μὲν ἀργυρίου ὠνητὰ εἶναι, οἷον οἰκίαν˙ [16] τὰ δὲ χρόνου καὶ ἐπιμελείας, ὡς παιδείαν. τὸν πλοῦτον βλαβερόν, εἰ [17] μή τις ἀξίως αὐτῷ χρῷτο. ἐτελεύτα δὲ ὑπὸ γήρως ἑαυτὸν πνίξας.