IV G 2

IV G 2 SUID. s.v. Ἀννίκερις:
Ἀννίκερις, Κυρηναῖος, φιλόσοφος, ὃς Ἐπικούρειος ἐγένετο, καίτοι ὢν Παραιβάτου γνώριμος, τοῦ Ἀριστίππου ἀκηκοότος. ἦν δὲ τῷ Ἀννικέριδι καὶ ἀδελφὸς Νικοτέλης ὄνομα, φιλόσοφος, μαθητὴς δὲ αὐτοῦ ἐπιφανὴς Ποσειδώνιος. ἐκ τούτου αἵρεσις ἡ καλουμένη Ἀννικέρειος. ἦν δὲ ἐπὶ Ἀλεξάνδρου.