II E 2

II E 2 STRAB. XIV 2, 21:
ἐντεῦθεν [scil. ἐξ Ἰασοῦ] δ' ἦν ὁ διαλεκτικὸς Διόδωρος ὁ Κρόνος προσαγορευθείς, κατ' ἀρχὰς μὲν ψευδῶς˙ Ἀπολλώνιος γὰρ ἐκαλεῖτο ὁ Κρόνος, ὁ ἐπιστατήσας ἐκείνου˙ μετήνεγκαν δ' ἐπ' αὐτὸν διὰ τὴν ἀδοξίαν τοῦ κατ' ἀλήθειαν Κρόνου.
STRAB. XVII 3, 22:
καὶ ὁ Κρόνος δὲ Ἀπολλώνιος ἐκεῖθέν [scil. ἐκ Κυρήνης] ἐστιν, ὁ τοῦ διαλεκτικοῦ Διοδώρου διδάσκαλος, τοῦ καὶ αὐτοῦ Κρόνου προσαγορευθέντος, μετενεγκάντων τινῶν τὸ τοῦ διδασκάλου ἐπίθετον ἐπὶ τὸν μαθητήν.