I D 2

I D 2 SUID. s.v. Σωκράτης (n. 829):
Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας˙ πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας˙ εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει˙ γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ' ἧς ἔσχεν υἱὸν Λαμπροκλέα˙ καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζ´, ἐβίω δὲ ἔτη π´, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βούλονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον δι' ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ' αὐτοῦ Ἀκαδημαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους˙ αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ' αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ' αὐτοῦ˙ [1-21 = HESYCH. MILES. onomat. DCCLVI p. 204, 4-29. cf., infra, I H 7 ...] ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο˙ τὴν ἠθικὴν δὲ ἐπρέσβευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην˙ Θηβαίους δὲ Σιμμίαν καὶ Κέβητα˙ Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ' αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν˙ σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδησεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι' ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν˙ ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον˙ ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει˙ ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ [42] φιλοσόφου.
SUID. s.v. Σωκράτης (n. 830):
Σωκράτης, Σωκράτους. Σωκράτης ὁ Μήλιος καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη. ἐπὶ τῶν ἀπόρρητά τινα λεγόντων. ἔστι δὲ παρ' ἱστορίαν˙ Ἀθηναῖος γὰρ ὁ Σωκράτης˙ ἀλλ' ἐπεὶ Διαγόρας Μήλιος ὢν διεβάλλετο ὡς θεομάχος, καὶ τὸν Σωκράτην ὡς ἄθεον διαβάλλει. διὰ δὲ τὴν ζήτησιν, ὁπόσους ἅλλοιτο ἡ ψύλλα πόδας ἔχουσα. ἢ Μήλιος, ὥς τινες ἐξεδέξαντο, ὁ τὰς τῶν εἰσιόντων ψυχὰς ὀξύνων, πρὶν εἰσελθεῖν ἠγριωμένας, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων θηρίων˙ μῆλα γὰρ τὰ θρέμματα. οἱ δὲ εἰς τὸ δασὺ καὶ αὐχμηρὸν νοοῦσιν αὐτό˙ οἱ δὲ παρέλαβον αὐτό. Διαγόρας˙ ὁ Μήλιος, ὃς τὸ μὲν πρότερον ἦν θεοσεβής, παρακαταθήκην δὲ ὑπό τινος ἀποστερηθεὶς ἐπὶ τὸ ἄθεος εἶναι ἔδραμεν. ἐφ' ᾧ καὶ οἱ Ἀθηναῖοι ἀγανακτήσαντες τὴν Μῆλον ἐκάκωσαν. ἐγένετο δὲ καὶ Ἀρισταγόρας Μήλιος, διθυραμβοποιός˙ ὃς τὰ Ἐλευσίνια μυστήρια ἐξορχησάμενος καὶ ἐξειπὼν ἀσεβέστατος ἐκρίθη. καὶ ἀπ' ἐκείνου τοὺς [55] Μηλίους ἀσεβείᾳ κωμῳδοῦσι. τάττεται δὲ καὶ ἐπὶ τῶν βλασφήμων.