I F 2

I F 2 SOCRAT. EPIST. II (Σωκράτης Ξενοφῶντι):
Χαιρεφῶν ὃν πρόπον ὑφ' ἡμῶν σπουδάζεται οὐκ ἀγνοεῖς. ᾑρημένος δὲ ὑπὸ τῆς πόλεως πρεσβευτὴς εἰς Πελοπόννησον τάχ' ἂν καὶ πρὸς ὑμᾶς ἀφίκοιτο. τὰ μὲν οὖν τῶν ξενίων εὐπόριστα ἀνδρὶ φιλοσόφῳ˙ τὰ δὲ τῆς πορείας ἐπισφαλῆ καὶ μάλιστα διὰ τὰς αὐτόθι νῦν ταραχὰς ὑπαρχούσας. ὧν ἐπιμεληθεὶς ἐκεῖνόν τε σώσεις ἄνδρα φίλον καὶ ἡμῖν τὰ μάλιστα χαριῇ.