HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-G,2
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-G,2.rdf
I G 2
I G 2 ACTA MARTYR. APOLLON. 40-1:
καὶ τῶν παρ' Ἕλλησιν δέ τις, ὡς
[2] ἀκούομεν˙ "ὁ δὲ δίκαιος, φησίν, μαστιγωθήσεται, στρεβλωθήσεται, δεθήσεται, ἐκκαυθήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα τὰ κακὰ παθὼν
[4] ἀνασκολοπισθήσεται." (41) ὥσπερ οὖν Σωκράτους οἱ Ἀθηναῖοι συκοφάνται ἀδίκως κατεψηφίσαντο, πείσαντες καὶ τὸν δῆμον, οὕτως καὶ τοῦ καθ' ἡμᾶς διδασκάλου τε καὶ σωτῆρος ἔνιοι τῶν πανούργων κατεψηφίσαντο δήσαντες αὐτόν.