IV H 2

IV H 2 SUID. s.v. Θεόδωρος:
Θεόδωρος, ὁ ἐπίκλην Ἄθεος, ὃς ἠκροάσατο Ζήνωνος τοῦ Κιτιέως, διήκουσε δὲ καὶ Βρύσωνος καὶ [3] Πύρρωνος τοῦ Ἐφεκτικοῦ. ἀδιαφορίαν δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. οὗτος ἔγραψε πολλὰ συντείνοντα εἰς τὴν οἰκείαν αἵρεσιν, καὶ ἄλλα τινα. οὗτος εἶπε πρὸς [6] Ἱππαρχίαν, τὴν γυναῖκα Κράτητος˙ αὕτη ἐστὶν ἡ τὰς πρὸς ἱστοὺς ἐκλιποῦσα [7] κερκίδας καὶ τρίβωνα φοροῦσα [ = HESYCH. MILES. onomat. CCCLI [8] p. 94, 15-21].
SUID. s.v. Σωκράτης:
καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ [scil. Bryson] διήκουσεν˙ ἀδιαφορίαν δὲ δοξάζων καὶ [10] παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη.