I H 2

DIO CHRYSOST. orat. VIII (7) 1:
Διογένης ὁ Σινωπεὺς ἐκπεσὼν ἐκ τῆς πατρίδος, οὐδενὸς διαφέρων τῶν πάνυ φαύλων Ἀθήναζε ἀφίκετο, καὶ καταλαμβάνει συχνοὺς ἔτι τῶν Σωκράτους ἑταίρων˙ καὶ γὰρ Πλάτωνα καὶ Ἀρίστιππον καὶ Αἰσχίνην καὶ Ἀντισθένην καὶ τὸν Μεγαρέα Εὐκλείδην˙ Ξενοφῶν δὲ ἔφευγε διὰ τὴν μετὰ Κύρου στρατείαν.