III A 2

III A 2 DIOG. LAERT. II 31:
Φαίδωνα δὲ δι' αἰχμαλωσίαν ἐπ' οἰκήματος καθήμενον προσέταξε [scil. Socrates] Κρίτωνι λυτρώσασθαι, καὶ [3]φιλόσοφον ἀπειργάσατο.
IULIAN. epist. 59 Hertlein [ = 82 Bidez-Cumont] p. 445 A:
ἀκούεις ἐκεῖνον τὸν Ἠλεῖον Φαίδωνα, καὶ τὴν ἱστορίαν ἐπίστασαι˙ εἰ δὲ ἀγνοεῖς, ἐπιμελέστερον πολυπραγμόνησον, ἐγὼ δὲ οὐκ ἐρῶ τοῦτο. ἐκεῖνος ἐνόμιζεν οὐδὲν ἀνίατον εἶναι τῇ φιλοσοφίᾳ, πάντας δὲ ἐκ πάντων ὑπ' αὐτῆς καθαίρεσθαι βίων, ἐπιτηδευμάτων, ἐπιθυμιῶν, πάντων ἁπαξαπλῶς τῶν τοιούτων. εἰ γὰρ τοῖς εὖ πεφυκόσι καὶ καλῶς τεθραμμένοις ἐπήρκει μόνον, οὐδὲν ἂν ἦν θαυμαστὸν τὸ κατ' αὐτήν˙ εἰ δὲ καὶ τοὺς οὕτω διακειμένους ἀνάγει πρὸς τὸ φῶς, δοκεῖ μοι διαφερόντως εἶναι θαυμάσιον.
ORIGEN. contr. Cels. I 64:
εἰ δ' ἐπὶ τῷ προτέρῳ βίῳ ὀνειδίζειν μέλλοιμεν τοῖς μεταβαλοῦσιν, ὥρα καὶ Φαίδωνος ἡμᾶς κατηγορεῖν καὶ φιλοσοφήσαντος, ἐπεί, ὡς ἡ ἱστορία φησίν, ἀπὸ [οἰκήματος] στέγους αὐτὸν μετήγαγεν εἰς φιλόσοφον διατριβὴν ὁ Σωκράτης.
ORIGEN. contr. Cels. III 67:
τίς γὰρ ἀνθρώπων οὐκ ἂν ἐν τοῖς ἐξωλεστάτοις τάσσοι τὸν ὅπως ποτὲ ὑπομείναντα εἶξαι δεσπότῃ, ἐπὶ τέγους αὐτὸν ἱστάντι, ἵνα πάντα τὸν θέλοντα αὐτὸν καταισχύνειν παραδέξηται; τοιαῦτα δὲ περὶ τοῦ Φαίδωνος ἱστορεῖται [. . . . . . .], ἀλλ' ὅμως ἴσχυσε λόγος καὶ τούτους ἐπιστρέψας ποιῆσαι ἐπὶ τοσοῦτον διαβεβηκέναι ἐν φιλοσοφίᾳ ὥστε τὸν μὲν ὑπὸ Πλάτωνος κριθῆναι ἄξιον τοῦ τὸν περὶ τῆς ἀθανασίας διεξοδεῦσαι Σωκράτους λόγον κτλ.