IV B 3

IV B 3 THEMIST. orat. XXI p. 244 B:
τῷ δὲ Ἀριστίππῳ ἐξήρκεσεν ὑπὸ μητρὶ μόνῃ φιλοσοφούσῃ τραφέντι μητροδιδάκτῳ κληθῆναι. ἴστε ἄρα ὃν λέγω Ἀρίστιππον, οὐκ ἐκεῖνον τὸν πάνυ, τὸν Σωκράτους ὁμιλητήν, ἀλλὰ τὸν ἐκείνου θυγατριδοῦν. ἀλλ' Ἀρίστιππον μέν, ὡς ἔοικεν, ἠγάπα ἡ μήτηρ καὶ τὰ μαθήματα ἐνετίθει, σπεύδουσα ἀποδεῖξαι ἑαυτῆς μὲν ἄξιον καὶ τοῦ πάππου.