I D 3

I D 3 EUDOC. violar. 910 p. 655, 3 - 656, 27:
Σωκράτης τὸ μὲν γένος ἦν Ἀθηναῖος, φιλόσοφος δὲ τὴν παίδευσιν, διδάσκαλος Πλάτωνος. οὖτος περιῆγε τὴν ἀγορὰν καὶ τὰ μειράκια προετρέπετο ἐπὶ φιλοσοφίαν καὶ μάλιστα, ἃ ἐνόμιζεν εἶναι πρὸς φιλοσοφίαν ἐπιτήδεια, τὰ περικαλλῆ μειράκια, τοὺς γὰρ εὐμόρφους λέγουσιν εἶναι καὶ εὐφυεῖς. ἦν οὗν δόξα παρ' Ἀθηναίοις, ὅτι παιδεραστὴς ἦν ὁ Σωκράτης, διὰ τὸ ἐπιλέγεσθαι τοὺς εὐμόρφους. εὑρίσκεται δὲ ὁ Πλάτων ἐν τῷ Θεαιτήτῳ καὶ πανταχοῦ οὕτω λέγων ἐκ Σωκράτους, ὅτι καλὸς ὁ Θεαίτητος καὶ καλὸς ὁ Χαρμίδης. ἄντικρυς δὲ ἐν τοῖς λόγοις ἔμφασιν παρέχει ὁ Πλάτων, ὅτι Σωκράτης ὑπωπτεύθη εἶναι τοιοῦτος διὰ τὰς τοιαύτας, ὡς εἶπον, εἰκὸς ἀντερωτήσεις, ὅτι καλὸς μὲν ἦν, ἀλλ'οὐ τὴν ὄψιν, ἀλλὰ τὴν ψυχήν. ὑπενοήθη δέ, ὅτι καὶ τῷ Ἀλκιβιάδῃ συγγίνεται κατὰ τὸν αἰσχρὸν ἔρωτα. τοῦτον ὡς δαιμόνιά τινα παρεισφέροντα τῇ πολιτεία [13] ᾐτιάσαντο Ἄνυτος καὶ Μέλητος, ὧν μέμνηται καὶ Ἀριστοφάνης, Μήλιον [14] τὸν Σωκράτην ἀποκαλῶν, οὐχ ὅτι Μήλιον ὄντα (Ἀθηναῖος γὰρ ὁ Σωκράτης), ἀλλ' ἐπεὶ Διαγόρας Μήλιος ὢν διεβάλλετο ὡς θεομάχος καὶ τὸν Σωκράτην δὲ ὡς ἄθεον διαβάλλει, διὰ τοῦτο Μήλιον αὐτὸν ἔφη. ἢ ἀντὶ τοῦ ἀσεβῆ. Ἀρισταγόρου γὰρ τοῦ Μηλίου μαθητὴς ὁ Σωκράτης. διεβέβληντο δὲ ἐπὶ ἀθεϊ/ᾳ οἱ Μήλιοι ἀπὸ Διαγόρου, ὃς χρήματα παραθέμενός τινι καὶ ἀποστερηθεὶς εἰς ἀθεϊ/αν ἐτράπη, ἢ διότι Μῆλον ἐπολέμησαν Ἀττικοί. οἱ δέ, ἐπειδή τις Ἀρισταγόρας διθυραμβοποιὸς ἐξιωρχήσατο τὰ Ἐλευσίνια. οἱ δὲ Μήλιον τὸν καταπραäνοντα τῇ διδαχῇ τὰς ψυχὰς τῶν Μηλίων. οἱ δὲ τὸν κομῶντα, τὸν δασύν. καὶ πολλὰ ἄλλα περὶ τούτου λέγουσι τοῦ Μηλίου. ἄλλως. Μήλιόν τινες ἐξεδέξαντο τὸν τὰς τῶν εἰσιόντων ψυχὰς ὀξύνοντα, πρὶν εἰσελθεῖν ἠγριωμένας, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων θηρίων˙ μῆλα γὰρ τὰ θρέμματα. οἱ δὲ εἰς τὸ δασὺ καὶ αὐχμηρὸν νοοῦσιν αὐτό. οἱ δὲ οὕτω παρέλαβον. Διαγόρας ὁ Μήλιος, ὃς πρότερον ἦν θεοσεβής, παρακαταθήκην ἀπό τινος ἀποστερηθείς, ὡς ἔφην, ἐπὶ τὸ ἄθεον ἐξέδραμεν, ἐφ'ᾧ οἱ Ἀθηναῖοι ἀγανακτήσαντες τὴν Μῆλον ἐκάκωσαν, ὕστερον δὲ καὶ βλάσφημος εἰς τὸ θεῖον ἐγένετο. καί ποτέ φασιν ἐν πανδοκείῳ εὑρεθεὶς καὶ μὴ εὑρὼν ξύλα, ἀλλ'ἄγαλμα Ἡρακλἑους, ἄγε, φησί, τρισκαιδέκατον ἡμῖν ἐπιτέλει ἄεθλον καὶ ἕψησον τὸν φακόν. ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. αἰτιαθεὶς οὖν Σωκράτης ὑπὸ Ἀνύτου καὶ Μελήτου κατεκρίθη ὡς διαφθείρων τοὺς νέους ἀποθανεῖν, καὶ πιὼν κώνειον ἀπέθανεν. [ ἔγγραφον δὲ οὐδὲν κατέλιπεν, ὥς τινες δέ, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν καὶ μῦθον Αἰσώπειον δι' ἐπῶν.]