V B 3

V B 3 SUID. s.v. Διογένης (n. 1143):
Διογένης, Ἱκεσίου υἱὸς τραπεζίτου, Σινωπεύς. ὃς φυγὼν τὴν πατρίδα διὰ τὸ παρακόψαι νόμισμα ἦλθεν εἰς Ἀθήνας καὶ Ἀντισθένει παραβαλὼν τῷ Κυνικῷ ἠράσθη τοῦ ἐκείνου βίου καὶ τὴν Κυνικὴν φιλοσοφίαν ἠσπάσατο, πολλῆς οὔσης αὐτῷ ὑπεριδὼν οὐσίας.
SUID. s.v. Διογένης (n. 1144):
Διογένης, [6] Ἀντισθένους ὁμιλητής, ὃς πρῶτος Κλέων ἐπεκλήθη˙ ἐν πίθῳ δὲ διέτριβεν. ἐρομένῳ δὲ αὐτῷ, πῶς ἂν πρωτεύσειεν, ἐπολιτεύετο δέ, ὁ θεὸς ἀνεῖλεν, εἰ παραχαράξειεν. ὁ δὲ τὸ νόμισμα παρεχάραξεν˙ ἐφ' ᾧ φυγὼν ἦλθεν ἐς Ἀθήνας. ἐντυχὼν δὲ Ἀντισθένει κατὰ δόξης διαλεγομένῳ ἐφιλοσόφησε.
SUID. s.v. Γνῶθι σαυτὸν (n. 334):
καὶ τὸ νόμισμα παραχάραξον, παραγγέλματα Πυθικά. τουτέστι τῆς τῶν πολλῶν δόξης ὑπερόρα καὶ παραχάραττε μὴ τὴν ἀλήθειαν, ἀλλὰ τὸ νόμισμα.