I F 3

I F 3 SOCRAT. EPIST. III (Σωκράτους):
μνήσων ὁ Ἀμφιπολίτης ἐν Ποτιδαίᾳ μοι συνεστάθη. οὗτος νῦν Ἀθήναζε ἔρχεται πρὸς τὸν δῆμον ἐκπεσὼν ὑπὸ τῶν οἴκοι. τὰ γὰρ ἐκεῖ κεκίνηται μὲν ἤδη, οὔπω δ' ἐστὶ φανερά. οἶμαι μέντοι οὐ πολλοῦ αὐτὰ δηλώσειν χρόνου. τούτῳ συλλαβόμενος αὐτόν τε ἄξιον ὄντα ποιήσεις εὖ καὶ τὰς πόλεις ἀμφοτέρας ὠφελήσεις˙ τὴν μὲν τῶν Ἀμφιπολιτῶν, ἵνα μὴ ἀποστᾶσα ἀνήκεστόν τι κινδυνεύσῃ παθεῖν, τὴν δ' ἡμετέραν, ὅπως μὴ καὶ περὶ ἐκείνης πράγματα ἔχῃ ὡς νῦν γε περὶ Ποτιδαίας μικροῦ δέομεν ἀπειρηκέναι.