I G 3

ACTA MARTYR. PION. 17, 1-4:
καὶ πρὸς αὐτὸν Ῥουφῖνός τις παρεστὼς τῶν ἐν τῇ ῥητορικῇ διαφέρειν δοκούντων εἶπεν˙ "παῦσαι, Πιόνιε, μὴ κενοδόξει." (2) ὁ δὲ πρὸς αὐτόν. "αὖται σου αἱ ῥητορεῖαι; ταῦτά σου τὰ βιβλία; ταῦτα Σωκρὰτης ὑπὸ Ἀθηναίων οὐκ ἔπαθεν. νῦν πάντες Ἄνυτοι καὶ Μέλητοι. (3) ἆρα Σωκράτης καὶ Ἀριστείδης καὶ Ἀνάξαρχος καὶ οἱ λοιποὶ ἐκενοδόξουν καθ'ὑμᾶς ὅτι καὶ φιλοσοφίαν καὶ δικαιοσύνην καὶ καρτερίαν ἤσκησαν;" (4) ὁ δὲ Ῥουφῖνος ἀκούσας οὕτως ἐσιώπησεν.