V I 3

Anth. Pal. VII 3. 413 (ΑΝΤΙΠΑΤΡΟΥ):
οὐχὶ βαθυστόλμων Ἱππαρχία ἔργα γυναικῶν,
τῶν δὲ Κυνῶν ἑλόμαν ῥωμαλέον βίοτον˙
οὐδέ μοι ἀμπεχόναι περονάτριδες, οὐ βαθύπελμος
εὔμαρις, οὐ λιπόων εὔαδε κεκρύφαλος
οὐλὰς δὲ σκίπωνι συνέμπορος ἅ τε συνῳδὸς
δίπλαξ καὶ κοίτας βλῆμα χαμαιλεχέος.
φαμὶ δὲ Μαιναλίας κάρρων †ἄμιν† Ἀταλάντας
τόσσον ὅσον σοφία κρέσσον ὀρειδρομίας.