I H 3

DIODOR. bibl. hist. XV 76, 4:
ὑπῆρξαν δὲ κατὰ τούτους τοὺς χρόνους ἄνδρες κατὰ παιδείαν ἄξιοι μνήμης Ἰσοκράτης τε ὁ ῥήτωρ καὶ οἱ τούτου γενόμενοι μαθηταὶ καὶ Ἀριστοτέλης ὁ φιλόσοφος, ἔτι δὲ Ἀναξιμένης ὁ Λαμψακηνὸς καὶ Πλάτων ὁ Ἀθηναῖος, ἔτι δὲ τῶν Πυθαγορικῶν φιλοσόφων οἱ τελευταῖοι, Ξενοφῶν τε ὁ τὰς ἱστορίας συγγραψάμενος ἐσχατογήρως ὤν˙ μέμνηται γὰρ τῆς Ἐπαμεινώνδου τελευτῆς μετ' ὀλίγον χρόνον γεγενημένης˙ Ἀρίστιππός τε καὶ Ἀντισθένης, πρὸς δὲ τούτοις Αἰσχίνης ὁ Σφήττιος ὁ Σωκρατικός. cf. EUSEB. Hieronym. chron. ol. 95,4: Socratici clari habentur.
CHRON. PASCH. a. 331:
Πλάτων καὶ Ξενοφῶν καὶ ἄλλοι Σωκρατικοὶ ἐγνωρίζοντο.