I E 4

I E 4 MAXIM. TYR. philosoph. VIII:
Τί τὸ δαιμόνιον Σωκράτους˙ α´: (1) θαυμάξεις εἰ Σωκράτει συνῆν δαιμόνιον, φίλον, μαντικόν, ἀεὶ παρεπόμενον, καὶ μόνον οὐ τῇ γνώμῃ αὐτοῦ ἀνακεκραμένον; ἀνδρὶ καθαρῶ μὲν τὸ σῶμα, ἀγαθῷ δὲ τὴν ψυχήν, ἀκριβεῖ δὲ τὴν δίαιταν, δεινῷ δὲ φρονεῖν, μουσικῷ δὲ εἰπεῖν, εἰς δὲ τὸ θεῖον εὐσεβεῖ, ὁσίῳ δὲ τὰ ἀνθρώπινα. τί δήποτε οὖν τοῦτο μὲν θαυμάζεις, γύναιον δὲ τὸ τυχὸν Δελφικὸν Πυθοῖ, ἢ Θέσπρωτον ἄνδρα ἐν Δωδώνῃ, ἢ Λίβυν ἐν Ἄμμωνος, ἢ Ἴωνα ἐν Κλάρῳ, ἢ Λύκιον ἐν Ξάνθῳ, ἢ Βοιωτὸν ἐν Ἰσμηνίου, τούτους ἅπαντας οὐ θαυμάζεις τῷ δαιμονίῳ ὅσαι ἡμέραι συγγιγνομένους, καὶ οὐ τὰ σφίσιν μόνον πρακτέα ἢ μὴ γιγνώσκοντας, ἀλλὰ καὶ τοῖς ἄλλοις χρησμῳδοῦντας καὶ ἰδίᾳ καὶ δημοσίᾳ; ἢ διότι ἡ μὲν πρόμαντις καθίζουσα ἐπὶ τρίποδος, ἐμπιμπλαμένη δαιμονίου πνεύματος, χρησμῳδεῖ˙ ὁ δὲ ἐν Ἰωνίᾳ ὑποφήτης, ὕδωρ ἐκ πηγῶν ἀρυσάμενος καὶ πιών, μαντικῶς ἔχει˙ οἱ δὲ "χαμεῦναι, καὶ ἀνιπτόποδες", ἐν Δωδώνῃ θεραπεύοντες δρῦν, παρ'ἐκείνης, ὡς ὁ Θεσπρωτῶν λόγος, μαθόντες χρησμῳδοῦσιν;
(2) ἐν Τροφωνίου τε μὴν (καὶ γὰρ τοῦτο μαντεῖόν ἐστιν ἐν Βοιωτίᾳ ἥρωος Τροφωνίου περὶ Λεβαδίαν πόλιν) ὁ δεόμενος συγγενέσθαι τῷ δαιμονίῳ, ἐνσκαυασάμενος ὀθόνῃ ποδήρει καὶ φοινικίδι, μάζας τε ἐν χεροῖν ἔχων, εἰσδύεται ὕπτιος κατὰ στομίου στενοῦ˙ καὶ τὰ μὲν ἰδών, τὰ δὲ ἀκούσας, ἄνεισιν αὖθις ὑποφήτης αὐτάγγελος. ἦν δέ που τῆς Ἰταλίας κατὰ τὴν μεγάλην Ἑλλάδα περὶ λίμνην Ἄορνον οὕτω καλουμένην μαντεῖον ἄντρον, καὶ θεραπευτῆρες τοῦ ἄντρου ἄνδρες ψυχαγωγοί, οὕτως ὀνομαζόμενοι ἐκ τοῦ ἔργου. ἐνταῦθα ὁ δεόμενος ἀφικόμενος, εὐξάμενος, ἐντεμὼν σφάγια, χεάμενος χοάς, ἀνεκαλεῖτο ψυχὴν οὕτου δὴ τῶν πατέρων ἢ φίλων˙ καὶ αὐτῷ ἀπήντα εἴδωλον, ἀμυδρὸν μὲν ἰδεῖν καὶ ἀμφισβητήσιμον, φθεγκτικὸν δὲ καὶ μαντικόν˙ καὶ συγγενόμενον ὑπὲρ ὧν ἐδεῖτο, ἀπηλλάττετο. τοῦτό μοι δοκεῖ τὸ μαντεῖον καὶ Ὅμηρος γνούς, προσθεὶς τῷ Ὀδυσσεῖ τὴν ἐπ'αὐτῷ ὁδόν, ἐκτοπίσαι τὸ χωρίον ποιητικῶς μάλα τῆς καθ'ἡμᾶς θαλάττης.
(3) ὅτι δὲ ταῦτα ἀληθῆ, ὥσπέρ ἐστιν (καὶ σώζεται καὶ νῦν τὰ μὲν αὐτὰ ἐκεῖνα οἶα ἦν, τῶν δὲ ἴχνη σαφῆ ἐκλέλειπται τῆς περὶ αὐτὸ θεραπτείας τὲ καὶ κομιδῆς). θαυμαστὸν εἰ ταῦτα μὲν οὐδεὶς ἡγεῖται ἄτοπά τε εἶναι καὶ ἔξω τρόπου, οὐδὲ ἀμφισβητεῖ περὶ αὐτῶν, ἀλλὰ τὴν πίστιν παραδοὺς τῷ χρόνῳ εἴσεισιν ἕκαστος μαντευσόμενος, καὶ ἀκούσας διαπιστεύει, καὶ πιστεύσας χρῆται, καὶ χρησάμενος τιμᾷ˙ εἰ δὲ ἀνὴρ φύσει τὲ κεχρημένος γενναιοτάτῃ, καὶ παιδείᾳ σωφρονεστάτῃ, καὶ φιλοσοφίᾳ ἀληθεστάτῃ, καὶ τύχῃ δεξιωτάτῃ, συγγίγνεσθαι τῷ δαιμονίῳ ἠξιώθη πρὸς τοῦ θεοῦ, θαυμαστὸν δοκεῖ καὶ ἄπιστον, καὶ τοῦτο, ὅσον αὐτῶ ἱκανὸν εἶναι, χρησμῳδεῖν οὐκ Ἀθηναίοις, μὰ Δία, περὶ τῶν Ἑλληνικῶν κακῶν βουλευομένοις, οὐδὲ Λακεδαιμονίοις περὶ στρατείας μαντευομένοις, οὐδὲ εἴ τις Ὀλυμπίαζε ἀγωνιούμενος περὶ νίκης ἠρώτα, οὐδ'εἴ τις εἰς δικαστήριον καθιστάμενος, εἰ αἱρήσει, διεπυνθάνετο, οὐδ'εἴ τις ἤρα χρημάτων, εἰ πλουτήσει, οὐδὲ ἄλλό τι τῶν ἐπὶ μηδεμιᾷ προφάσει ἀξιόχρεῳ πραγματευομένων, ὑπὲρ ὦν ὁσημέραι ἐνοχλοῦσιν οἱ ἄνθρωποι τοὺς θεούς˙ τάχα μὲν γὰρ καὶ ταῦτα ἦν ἱκανὸν καὶ τὸ Σωκράτους δαιμόνιον διειδέναι, εἴπερ ἦν μαντικόν˙ καὶ γὰρ ἰατρῶν, ὅστις αὐτῷ ἱκανὸς καὶ ἄλλῳ, ὁ αὐτός, καὶ τεκτόνων καὶ σκυτοτόμων καὶ τῶν ἄλλων ἑξῆς καὶ ἐπιστημῶν καὶ δυνάμεων˙ ἀλλὰ ταύτῃ γε ὁ Σωκράτης ἐπλεονέκτει (τῷ νῷ ταῖς τῶν θεῶν φωναῖς συγγιγνόμενός τε), ὅτι τὰ αὑτοῦ ἐν καλῷ διατιθέμενος τῇ πρὸς τὸ δαιμόνιον συνουσίᾳ τοῖς ἄλλοις ἀνεπιφθόνως τὲ καὶ ὅσα ἀνάγκη προσεφέρετο.
(4) εἶεν˙ τοῦτο μέν, φήσει τὶς, πείθομαι, ὅτι κατ'ἀρετὴν τρόπου καὶ φύσεως γενναιότητα ἠξιώθη ὁ Σωκράτης δαιμονίου συνουσίας˙ τί δὲ καὶ ἦν τὸ δαιμόνιον, ποθῶ μαθεῖν. ἐὰν πρῶτον, ὧ τάν, ἀποκρίνῃ μοι, πότερον ἡγεῖ τι εἶναι δαιμονίων γένος ἐν τῇ φύσει, ὡς θεῶν, ὡς ἀνθρώπων, ὡς θηρίων, ἢ μή˙ γελοῖον γὰρ ἂν ἐρωτᾶν, τί ἦν τὸ δαιμόνιον Σωκράτους, τὸ πᾶν ἀγνοοῦντα˙ οἷον εἰ καὶ νησιώτης ἀνήρ, ἀθέατος τοῦ ἵππων γένους καὶ ἀμαθέστατος, ἀκούων ὅτι ἦν Μακεδόνι βασιλεῖ κτῆμα ὁ Βουκεφάλας, ὄχημα ἐκείνῳ μὲν τιθασόν, τοῖς δὲ ἄλλοις ἄβατον, ἔπειτα ἀνερωτῴη, τί ἦν πρᾶγμα ὁ Βουκεφάλας˙ ἠπόρησεν γὰρ ἂν ὁ διηγούμενος, πρὸς ἄνδρα ἀθέατον τῆς ἵππων φύσεως, εἰκόνος σαφοῦς.
(5) τί δή, νῦν ἀποροῦντες περὶ τοῦ δαιμονίου τοῦ Σωκράτους, Ὁμήρῳ συνεγένοντο διηγουμένῳ; αὐτῷ ἐκείνῳ, ἃ διηγεῖτο, περὶ μὲν τοῦ Ἀχιλλέως, ὅτι ἐν ἐκκλησίᾳ στρατιωτικῇ δημηγορῶν, διενεχθεὶς πρὸς τὸν Ἀγαμέμνονα, σπώμενος τὸ ξίφος, ὡς παίσων, κωλύεται ὑπὸ δαιμονίου. Ἀθηνᾶν καλεῖ τὸ δαιμόνιον. αὕτη γάρ, φησιν, ὀργιζομένῳ αὐτῷ παρεγένετο [A 197],
στῆ δ'ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα.
τὴν δὲ αὐτὴν ταύτην Ἀθηνᾶν λέγει, καὶ τοῦ Διομήδους φησίν [E 127-8]
ἀχλὺν δ'αὖ τοι ἀπ'ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν,
ὄφρ'εὖ γινώσκοι ἠμὲν θεόν, ἠδὲ καὶ ἄνδρα.
πάλιν αὖ τῷ Τηλεμάχῳ, μέλλοντι συγγίγνεσθαι βασιλεῖ πρεσβυτέρῳ, αἰδουμένῳ καὶ ἀπορουμένῳ ὁ ἑταῖρος λέγει [γ 26-7]˙
Τηλέμαχ', ἄλλα μέν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται˙
καὶ προστίθησιν τὴν αἰτίαν τῆς παρὰ τοῦ δαιμονίου ἐλπίδος [γ 27-8]˙
οὐ γὰρ ὀΐω
οὐδέ σε θεῶν ἀέκητι γενέσθαί τε τραφέμεν τε.
καὶ ἐπ'ἄλλου ἄλλος αὖθις [A 55],
τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη,
καὶ ἐπ'ἄλλου [E 1-2],
Τυδείδῃ Διομήδεϊ Πάλλας Ἀθήνη
δῶκε μένος καὶ θάρσος,
καὶ ἐπ'ἄλλου [E 122],
γυῖα δ'ἔθηκεν ἐλαφρά, πόδας καὶ χείρας ὕπερθεν.
ὁρᾶς τὸ πλῆθος τῶν συγγιγνομένων τῷ δαιμονίῳ. βούλει τοίνυν, τὸν Σωκράτην ἐάσας, Ὁμήρου πυθέσθαι, τί σοι ταυτὶ ἐθέλει, ὦ ποιητῶν γενναιότατε;
(6) τὸ μὲν γὰρ Σωκράτους δαιμόνιον ἓν καὶ ἁπλοῦν, καὶ ἰδιωτικόν, καὶ δημοτικόν, ἢ ποταμὸν διαβαίνοντα ἀνακαλούμενον, ἢ Ἀλκιβιάδου ἔρωτα ἀναβαλλόμενον, ἢ ἀπολογεῖσθαι βουλόμενον, ἢ ἀποθνήσκειν προαιρούμενον οὐ κωλῦον. Ὁμήρῳ δὲ τὸ δαιμόνιον συνίσταται οὔτε ἐνί, οὔτε ἐφ'ἑνί, οὔτε ἕν, οὔτε ἐπὶ σμικροῖς˙ ἀλλὰ καὶ παντοδαπόν, καὶ πολλάκις, καὶ ἐν πολλοῖς ὀνόμασιν, καὶ ἐν πολλοῖς φαντάσμασιν, καὶ ἐν παντοδαπαῖς φωναῖς˙ ἆρ'οὖν καὶ ἀποδέχῃ τὶ τούτων, καὶ ἡγεῖ τι εἶναι τὴν Ἀθηνᾶν, καὶ τὴν Ἥραν, καὶ τὸν Ἀπόλλωνα, καὶ Ἔριν, καὶ ὅστις ἄλλος δαίμων Ὁμηρικός; μή με οἴου πυνθάνεσθαι εἰ τοιαύτην ἡγεῖ τὴν Ἀθηνᾶν, οἵαν Φειδίας ἐδημιούργησεν, οὐδὲν τῶν Ὁμήρου ἐπῶν φαυλοτέραν, παρθένον καλήν, γλαυκῶπιν, ὑψηλήν, αἰγίδα ἀνεζωσμένην, κόρυν φέρουσαν, δόρυ ἔχουσαν, ἀσπιδα ἔχουσαν˙ μηδὲ αὖ τὴν Ἥραν, οἵαν Πολύκλειτος Ἀργείοις ἔδειξεν, λευκώλενον, ἐλεφαντόπηχυν, εὐῶπιν, εὐείμονα, βασιλικήν, ἱδρυμένην ἐπὶ χρυσοῦ θρόνου˙ μηδέ γε αὖ τὸν Ἀπόλλωνα, οἷον γραφεῖς καὶ δημιουργοὶ εἰκάζουσιν, μειράκιον γυμνὸν ἐκ χλαμυδίου, τοξότην, διαβεβηκότα τοῖς ποσὶν ὥσπερ θέοντα. οὐ τοῦτο ἐρωτῶ, οὐδὲ ἡγοῦμαί σε φαῦλον εἶναι τ'ἀληθῆ εἰκάζειν, ὥστε μὴ μεταβάλλειν τὸ αἴνιγμα εἰς λόγον˙ ἀλλ'εἰ τῷ ὄντι ἡγεῖ ταυτὶ τὰ ὀνόματα καὶ τὰ σώματα αἰνίττεσθαί τινας δαιμονίους δυνάμεις, καὶ συνισταμένας τῶν ἀνθρώπων τοῖς εὐμοιροτάτοις καὶ ὕπαρ καὶ ὄναρ. εἰ μὲν γὰρ μηδεμίαν ἡγεῖ, ὥρα σοι καὶ Ὁμήρῳ πολεμεῖν, καὶ τὰ μαντεῖα ἀναιρεῖν, καὶ ταῖς φήμαις ἀπιστεῖν, καὶ τὰ ὀνείρατα φεύγειν, καὶ Σωκράτην δὲ ἐᾶν. εἰ δὲ ταῦτα μὲν οὔτε ἄπιστα ἡγεῖ οὔτε ἀδύνατα, ἀπορεῖς δὲ περὶ Σωκράτους˙ μεταβαλὼν ἐρήσομαί σε, πότερα οὐκ ἄξιον ἡγεῖ τὸν Σωκράτην μοίρας δαιμονίου, ἢ τὸ δυνατὸν ἀ(/λλοθι ἐνταῦθα ἐξασθενεῖ. ἀλλὰ τὸ μὲν δυνατὸν διδούς, κἀνταῦθα δώσεις, τὸ δὲ ἄξιον οὐκ ἀφαιρήσεις τοῦ Σωκράτους. εἰ τοίνυν καὶ δυνατὸν τὸ πρᾶγμα, καὶ ἄξιος Σωκράτης, λείπεταί σοι μὴ περὶ Σωκράτους ἀμφισβητεῖν, ἀλλὰ καθόλου σκοπεῖν, τίς ἡ τοῦ δαιμονίου φύσις.
(7) καὶ τοῦτο μέν σοι παρ'ἐμοῦ καὶ αὖθις λελέξεται˙ νῦν δὲ ἴθι αὐτὸς πρὸς αὑτὸν ἐκκαθηράμενος ταυτηνί τὴν δόξαν, ἵνα σοι καὶ προτέλεια γένηται ταῦτα τοῦ μέλλοντος λόγου˙ ὅτι θεοὶ ἀνθρώποις ἀρετὴν καὶ κακίαν ἔνειμαν, ὥσπερ ἐν σταδίῳ ἀγωνισταῖς, τὴν μὲν ἆθλον μοχθηρίας φύσεως καὶ γνώμης πονηρᾶς, τὴν δὲ ἐπινίκιον γνώμης ἀγαθῆς καὶ φύσεως ἐρρωμένης, ὅταν κρατῶσιν καλοκαγαθίᾳ. τούτοις καὶ τὸ θεῖον ἐθέλει ξυνίστασθαί τε καὶ συνεπιλαμβάνειν τοῦ βίου, ὑπερέχον χεῖρα καὶ κηδόμενον˙ τὸν μὲν φήμαις σώζει, τὸν δὲ οἰωνοῖς, τὸν δὲ ὀνείρασιν, τὸν δὲ φωναῖς, τὸν δὲ θυσίαις. ἀσθενὴς γὰρ ἡ ἀνθρωπίνη ψυχὴ πρὸς πάντα ἐξικνεῖσθαι τοῖς λογισμοῖς, ἅτε περιβεβλημένη ἐν τῷ δευτέρῳ βίῳ πολλὴν καὶ σκοτεινὴν ἀχλύν, καὶ ἐν πολλῷ ψόφῳ καὶ θορύβῳ τῶν δεῦρο κακῶν διατρίβουσα, καὶ ταραττομένη ὑπ'αὐτῶν. τίς γὰρ οὕτω ταχὺς καὶ ἀσφαλὴς ὁδοιπόρων, ὡς μὴ ἐντυχεῖν βαδίζων χαράδρᾳ ἀφανεῖ, ἢ χάρακι ἀδήλῳ, ἢ κρημνῷ, ἢ τάφρῳ; τίς δὲ οὕτω κυβερνήτης ἀγαθὸς καὶ εὔστοχος, ὡς ἀπείρατος διελθεῖν κλύδωνος, καὶ ζάλης, καὶ πνευμάτων ἐμβολῆς, καὶ ἀέρος τεταραγμένου; τίς δὲ οὕτω ἰατρὸς τεχνικός, ὡς μὴ ἐπιταραχθῆναι ἀφανεῖ καὶ ἀνελπίστῳ νοσήματι, ἄλλου ἄλλοθεν ὑποφυομένου καὶ ὑποτεμνομένου τοὺς τῆς τέχνης λόγους; τίς δὲ ἀνὴρ ἀγαθός, ὡς διελθεῖν βίον ἀπταίστως καὶ ἀσφαλῶς, ὡς σῶμα νοσερόν, ὡς πλοῦν ἄδηλον, ὡς ὁδὸν διεσκαμμένην, καὶ μὴ δεηθῆναι ἐν τούτοις, κυβερνήτου καὶ ἰατροῦ καὶ χειραγωγοῦ θεοῦ; καλὸν μὲν γὰρ ἡ ἀρετή, καὶ εὐπορώτατον, καὶ δραστικώτατον˙ ἀλλ'ἀνακέκραται ὕλῃ πονηρᾷ, καὶ ἀσαφεῖ, καὶ μεστῇ πολλοῦ τοῦ ἀδήλου, ἣν δὴ καλοῦσιν οἱ ἄνθρωποι τύχην, χρῆμα τυφλὸν καὶ ἀστάθμητον. ἀντιφιλοτιμεῖται τῇ ἀρετῇ, καὶ ἀντιστατεῖ, καὶ ἀνταγωνίζεται, καὶ πολλάκις αὐτὴν ἀντιταράττει, ὡς νέφη αἰθέρι ὑποδραμόντα τὴν ἡλίου ἀκτῖνα ἀπέκρυψεν αὐτοῦ τὸ φῶς, καὶ ἐστὶν μὲν καὶ τότε ἥλιος καλός, ἀλλὰ ἡμῖν ἄδηλος˙ οὕτω καὶ ἀρετὴν ὑποτέμνεται τύχης ἐμβολή˙ καὶ καλὴ μὲν ἡ ἀρετὴ τά τε ἄλλα, ἐμπεσοῦσα δὲ εἰς νεφέλην ἄδηλον, ἐπισκιάζεται καὶ διατειχίζεται. ἔνθα δὴ αὐτῇ θεοῦ δεῖ συλλήπτορος, καὶ συναγωνιστοῦ, καὶ παραστάτου.
(8) θεὸς μὲν οὖν αὐτὸς κατὰ χώραν ἱδρυμένος οἰκονομεῖ τὸν οὐρανὸν και τὴν ἐν οὐρανῷ τάξιν˙ αἰσὶ δ'αῦτῷ φύσεις, ἀθάνατοι δεύτεροι, οἱ καλούμενοι δεύτεροι ἐν μεθορίᾳ γῆς καὶ οὐρανοῦ τεταγμένοι˙ θεοῦ μὲν ἀσθενέστεροι, ἀνθρώπου δ' ἰσχυρότεροι˙ θεῶν μὲν ὑπηρέται, ἀνθρώπων δὲ ἐπιστάται˙ θεῶν μὲν πλησιαίτατοι, ἀνθρώπων δὲ ἐπιμελέστατοι. ἦ γὰρ ἂν τὸ διὰ μέσου πολλῷ τῷ θνητῷ πρὸς τὸ ἀθάνατον διετειχίσθη τῆς οὐρανίου ἐπόψεώς τε καὶ ὁμιλίας, ὅτι μὴ τῆς δαιμονίου ταύτης φύσεως, οἶον ἁρμονίας, κατὰ τὴν πρὸς ἑκάτερον συγγένειαν καταλαβούσης δεσμῷ τὴν ἀνθρωπίνην ἀσθένειαν πρὸς τὸ θεῖον κάλλος. καθάπερ γάρ, οἶμαι, τὸ βαρβαρικὸν τοῦ Ἑλληνικοῦ διῄρηται φωνῆς συνέσει, ἀλλὰ τὸ τῶν ἑρμηνέων γένος τὰς παρ'ἑκατέρων φωνὰς ὑποδεχόμενον καὶ "διαπορθμεῦον" πρὸς ἐκατέρους, συνῆψεν αὐτῶν καὶ συνεκέρασεν τὰς ὁμιλίας˙ οὕτω δ'ἂν καὶ τὸ δαιμόνων γένος ἐπίμικτον νοεῖται καὶ θεοῖς τε καὶ ἀνθρώποις. τοῦτο γὰρ ἐστιν τὸ ἀνθρώποις προσφθεγγόμενον, καὶ φανταζόμενον, καὶ εἰλούμενον ἐν μέσῃ τῇ θνητῇ φύσει, καὶ ἀπωφελοῦν ὅσα ἀνάγκη δεῖσθαι θεῶν τὸ θνητῶν γένος. πολλὴ δὲ ἡ διαμόνων ἀγέλη [Hesiod. op. 252-3]˙
τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
ἀθάνατοι, Ζηνὸς πρόπολοι˙
οἱ μὲν ἰατροὶ νοσημάτων, οἱ δὲ τῶν ἀπόρων σύνβουλοι, οἱ δὲ τῶν ἀφανῶν ἄγγελοι, οἱ δὲ τέχνης συνεργάται, οἱ δὲ ὁδοῦ συνέμποροι˙ οἱ μὲν ἀστικοί, οἱ δὲ ἀγροικικοί, οἱ δὲ θαλάττιοι, οἱ δὲ ἠπειρωτικοί˙ εἴληχεν δὲ ἄλλος ἄλλην ἑστίαν σώματος, ὁ μὲν Σωκράτην, ὁ δὲ Πλάτωνα, ὁ δὲ Πυθαγόραν, ὁ δὲ Ζήνωνα, ὁ δὲ Διογένην˙ ὁ μὲν φοβερός, ὁ δὲ φιλάνθρωπος, ὁ δὲ πολιτικός, ὁ δὲ τακτικός˙ ὅσαι φύσεις ἀνδρῶν, τοσαῦται καὶ δαιμόνων [ρ 485-6]˙
καὶ τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν,
παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας˙
ἐὰν δέ που μοχθηρὰν δείξεις ψυχήν, ἀνέστιος αὕτη καὶ ἀνεπιστάτητος.