I F 4

I F 4 SOCRAT. EPIST. IV (Σωκράτους):
Κριτοβούλῳ μὲν ἐντυχὼν παρεκάλουν πρὸς φιλοσοφίαν αὐτόν. ὃ δέ μοι δοκεῖ διανενοῆσθαι μᾶλλον ἐξορμήσεσθαι πρὸς τὰ πολιτικά. αἱρήσεται οὖν τὴν πρὸς ἐκεῖνα ἁρμόττουσαν παιδείαν καὶ τὸν ὑφηγησόμενον ἐκλέξεται τῶν ὄντων τὸν κράτιστον˙ σχεδὸν δὲ νῦν ἐπιδημοῦσιν οἱ δοκιμώτατοι Ἀθήνησι, καὶ πολλοὶ αὐτῶν καὶ πρὸς ἡμᾶς ἔχουσιν οἰκείως. τὰ μὲν οὖν ἐκείνου ταῦτα˙ τῶν δ' ἐμῶν Ξανθίππη μὲν καὶ τὰ παιδάρια ἔῤῥωται˙ αὐτὸς δὲ ὥσπερ καὶ παρόντος σου πράττω.