IV E 5

IV E 5 DIOG. LAERT. II 113:
τοσοῦτον δ' εὑρεσιλογίᾳ καὶ σοφιστείᾳ προῆγε [scil. Stilpon = II O 2] τοὺς ἄλλους, ὥστε μικροῦ δεῆσαι πᾶσαν τὴν Ἑλλάδα ἀφορῶσαν εἰς αὐτὸν μεγαρίσαι. περὶ τούτου φησὶ Φίλιππος ὁ Μεγαρικὸς κατὰ λέξιν οὕτω˙ "παρὰ μὲν γὰρ Θεοφράστου Μητρόδωρον τὸν θεωρηματικὸν καὶ Τιμαγόραν τὸν Γελῶον ἀπέσπασεν, παρ' Ἀριστοτέλους δὲ τοῦ Κυρηναϊκοῦ Κλείταρχον καὶ Σιμμίαν κτλ."