I E 5

I E 5 MAXIM. TYR. philosoph. IX:
Ἔτι περὶ τοῦ Σωκράτους δαιμονίου β´: (1) φέρε, ἐρώμεθα τὸ δαιμόνιον˙ φιλάνθρωπον γὰρ καὶ εἰωθὸς ἀποκρίνεσθαι διὰ σωμάτων ἀνθρωπίνων, ὡς ἡ Ἰσμενίου τέχνη διὰ τῶν αὐλῶν˙ ἐρώμεθα δὲ ὧδέ πως κατὰ τὸν Ὁμήρου Ὀδυσσέα [ζ 149-50]˙
θεὸς νύ τις, ἢ βροτὸς ἐσσι;
εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
οὐδὲν δεῖ λόγων, ἴσμεν γὰρ τὰ σά [ζ 153]˙
εἰ δὲ τις ἐσσὶ βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,
ἆρα τοιοῦτον χρῆμα, οἷον ὁμοπαθές τε εἶναι ἡμῖν καὶ ὁμόφωνον, καὶ ὁμογενές καὶ σύγχρονον˙ ἢ κατὰ μὲν τὴν δίαιταν ἐφέστιον τῇ γῇ, κατὰ δὲ τὴν οὐσίαν κρεῖττον αὐτῆς; οὐ γὰρ σάρκες αἱ δαιμόνων φύσεις (ἀποκριτέον γάρ τοι ὑπὲρ αὐτῶν, κελεύουσι γάρ), οὐδὲ ὀστᾶ, οὐδὲ αἷμα, οὐδὲ ἄλλό τι σκεδαστέον, ἢ λυόμενον, ἢ τηκόμενον, ἢ διαρρέον˙ ἀλλὰ τίς μήν; οὑτωσὶ πρῶτον θεασώμεθα τὸ ἀναγκαῖον τῆς δαιμόνων οὐσίας. τὸ ἀπαθὲς τῷ ἐμπαθεῖ ἐναντίον, καὶ τὸ θνητὸν τῷ ἀθανάτῳ, καὶ τὸ ἄλογον τῷ λογικῷ, καὶ τὸ ἀναίσθητον τῷ αἰσθητικῷ, καὶ τὸ ἔμψυχον τῷ ἀψύχῳ. πᾶν τοίνυν τὴν ψυχὴν ἔχον ἑκατέριον συγκεκρατημένην˙ ἢ γὰρ ἀπαθὲς τὸ ἀθάνατον, ἢ ἀθάνατον ἐμπαθές, ἢ ἐμπαθές θνητόν, ἧ ἄλογον αἰσθητικόν, ἢ ἔμψυχον ἀπαθές˙ καὶ διὰ τούτων ὁδεύει ἡ φύσις κατὰ βραχὺ ἀπὸ τῶν τιμιωτάτων ἐπὶ τὰ ἀτιμότατα καταβαίνουσα ἑξῆς˙ ἐὰν δέ τι τούτων ἐξέλῃς, διέκοψας τὴν φύσιν˙ ὥσπερ ἐν ἁρμονίᾳ φθόγγων τὴν πρὸς τὰ ἄκρα ὁμολογίαν ἡ μέση ποιεῖ˙ ἀπὸ γὰρ τοῦ ὀξυτάτου φθόγγου ἐπὶ τὸ βαρύτατον ταῖς διὰ μέσου φωναῖς ἐπερειδομένην τὴν μεταβολὴν ἐμμελῆ ποιεῖ καὶ τῇ ἀκοῇ καὶ τῇ χειρουργίᾳ.
(2) τοῦτό τοι νόμιζε γίγνεσθαι καὶ ἐν τῇ φύσει, ὥσπερ ἐν ἁρμονίᾳ τελεωτάτῃ˙ καὶ τίθεσο θεὸν μὲν κατὰ τὸ ἀπαθὲς καὶ ἀθάνατον, δαίμονα δὲ κατὰ τὸ ἀθάνατον καὶ ἐμπαθές, ἄνθρωπον δὲ κατὰ τὸ ἐμπαθὲς καὶ θνητόν, θηρίον δὲ κατὰ τὸ ἄλογον καὶ αἰσθητικόν, φυτὸν δὲ κατὰ τὸ ἔμψυχον καὶ ἀπαθές. καὶ τὰ μὲν ἄλλα ἡμῖν, τὸ νῦν ἔχον, κατὰ χώραν ἔστω˙ ἐπεὶ δὲ τῆς δαιμονίων φύσεως πέρι σκοπούμεθα, ἣν φαμὲν μεσότητα εἶναι πρὸς ἄνθρωπον καὶ θεόν, ἴδωμεν εἴ πῃ δυνατὸν ἐξελέσθαι αὐτήν, καὶ διασῶσαι τὰ ἄκρα. ἆρ'οὖν ὁ θεός, ἀθάνατον μὲν γάρ, ἐμπαθὲς δέ; οὐδαμῶς, ἀλλὰ ἀθάνατον μέν, ἀπαθὲς δέ˙ τί δὲ ἄνθρωπος; θνητὸν μέν, ἀπαθὲς δέ; οὐδὲ τοῦτο˙ ἀλλὰ θνητὸν μέν, οὐ μὴν ἀπαθές. ποῦ τοίνυν ἡμῖν οἰχήσεται τὸ ἀθάνατον ὁμοῦ καὶ ἐμπαθές; δεῖ γὰρ συστῆναι ἐξ ἀμφοῖν οὐσίαν κοινήν, κρείττονα μὲν ἀνθρώπου, θεοῦ δὲ ἐλάττονα, εἰ μέλλει ἔσεσθαι τῶν ἄκρων πρὸς ἄλληλα ἀναλογία˙ δύο γὰρ πραγμάτων κεχωρισμένων τῇ φύσει, χωρισθήσεται καὶ ἡ ἐπιμιξία παντάπασιν, ἐὰν μή τις κοινὸς ὅρος ἀμφότερα ὑποδέξηται.
(3) οἷον τὸ τοιόνδε λέγω˙ καλοῦμέν τι πῦρ ξηρόν τε καὶ θερμόν˙ ἐναντίον δὲ θερῷ μὲν 〈ψυχρόν, ξηρῷ δὲ ὑγρόν˙ ἀλλὰ μὴν καὶ ὕδωρ καλοῦμεν〉 ψυχρὸν καὶ ὑγρόν˙ ἀδύνατον δὴ ματαβάλλειν πῦρ εἰς ὕδωρ, καὶ ὕδωρ εἰς πῦρ˙ οὔτε γὰρ ψυχρὸν εἰς θερμότητα, οὔτε ὑγρὸν εἰς ξηρότητα ματαβάλοι ἄν. οὕτω δὴ τὸν τούτων πόλεμον μετεχειρίσατο ἡ φύσις˙ ἔδωκεν αὐτοῖς ὥσπερ ἐκεχειροφόρον τὸν ἀέρα, ὃς λαβὼν παρὰ μὲν τοῦ πυρὸς τὴν θερμότητα, παρὰ δὲ τοῦ ὕδατος τὴν ὑγρότητα, συνεκέρασεν αὐτῶν καὶ συνῆψεν τὰς ὁμιλίας, καὶ γίνεται μεταβολὴ καὶ πρόσβασίς ποτε μὲν τοῦ πυρὸς εἰς ἀέρα, κατὰ θερμότητα˙ ἀπὸ δὲ τοῦ ἀέρος εἰς ὕδωρ, κατὰ ὑγρότητα. πάλιν αὖ ἀὴρ θερμόν τε καὶ ὑγρόν, γῆ δὲ ψυχρόν τε καὶ ξηρόν˙ ἐναντίον δὲ ξηρότης μὲν ὑγρότητι, ψυχρότης δὲ θερμότητι˙ οὐκ ἂν οὖν μετέβαλέν ποτε ἀὴρ εἰς γῆν, ὅτι μὴ τῆς φύσεως καὶ τούτοις δούσης τὴν τοῦ ὕδατος οὐσίαν, διαιτῶσάν τε αὐτὰ καὶ ξυνάγουσαν, παρὰ μὲν ἀέρος λαβοῦσαν τὴν ὑγρότητα, παρὰ δὲ γῆς τὴν ψυχρότητα. σκόπει δὴ τὸ πᾶν οὕτως συγκεφαλαιωσάμενος βραχεῖ λόγῳ˙ ἐπειδὴ ἕκαστον τούτων ἀνὰ δύο συνέστηκεν φύσεων ἐναντίων, ὦν ἀεὶ τὴν ἑτέραν ἀφαιρῶν μοῖραν, προστιθεὶς τῶν ἔπειτα τῇ ἑτέρᾳ, καθ'ἥμισυ μὲνχωρίζεις ἑκατέρου ἑκάτερον, καθ'ἥμισυ δὲ συντάττεις ἑκατέρῳ ἑκάτερον, τοῦτον τὸν τρόπον τὰ ἐναντία ἀλλήλοις ἄμικτα ὄντα κοινωνεῖ ὅμως, καὶ ἀνακίρνανται καὶ πῦρ ἀέρι κατὰ θερμότητα, καὶ ἀὴρ ὕδατι κατὰ ὑγρότητα, καὶ ὕδωρ γῇ κατὰ ψυχρότητα, καὶ γῆ πυρὶ κατὰ ξηρότητα˙ οὕτω κἀνταῦθα κοινωνεῖ θεὸς μὲν δαίμονι κατὰ τὸ ἀθάνατον, δαίμων δὲ ἀνθρώπῳ κατὰ τὸ ἐμπαθές, ἄνθρωπος θηρίω κατὰ τὸ αἰσθητικόν, θηρίον φυτῷ κατὰ τὸ ἔμψυχον.
(4) εἰ δὲ βούλει, καὶ τὴν οἰκονομίαν τοῦ σώματος θέασαι, ὡς οὐδὲ ἐνταῦθα ἡ φύσις μεταπηδᾷ ἀθρόως, ἀλλὰ καὶ ταὑτῃ μεσοτήτων τινῶν δεῖ πρὸς τὴν χειραγωγίαν τῆς κράσεως τῶν σωμάτων˙ θρὶξ γάρ που καὶ ὄνυξ ὀστοῦ μαλακώτερον, καὶ νεύρου ἀραιότερον, καὶ αἵματος ξηρότερον, καὶ σαρκὸς τραχύτερον˙ συνελόντι δὲ εἰπεῖν, παντὶ χρήματι, ἐν ᾧ τὸ ἡρμοσμένον καὶ τεταγμένον, μεσότητος δεῖ, ἐν φωναῖς, ἐν χρόαις, ἐν χυμοῖς, ἐν σώμασιν, ἐν ῥυθμοῖς, ἐν σχήμασιν, ἐν πάθεσιν, ἐν λόγοις. εἶεν˙ οὕτω τούτων ἐχόντων, εἰ ὁ μὲν θεὸς ἀπαθὴς καὶ ἀθάνατος, ὁ δὲ ἄνθρωπος θνητός τε καὶ ἐμπαθής, ἀνάγκη τὸ διὰ μέσου τούτων ἢ ἀπαθὲς θνητὸν εἶναι, ἢ ἀθάνατον ἐμπαθές˙ ὧν τὸ μὲν ἀδύνατον, οὐ γὰρ ἂν ξυνέλθοι ποτὲ οὐδὲ ὁμολογήσαι τῷ θνητῷ τὸ ἀπαθές˙ λείπεται δὴ τὴν δαιμόνων φύσιν ἐμπαθῆ τε εἶναι καὶ ἀθάνατον, ἵνα τοῦ μὲν ἀθανάτου κοινωνῇ τῷ θεῷ, τοῦ δὲ ἐμπαθοῦς τῷ ἀνθρώπῳ.
(5) πῶς οὖν καὶ ἐμπαθὲς καὶ ἀθάνατον τὸ δαιμόνιον γένος, ὥρα λέγειν˙ καὶ πρῶτον γε περὶ τοῦ ἀθανάτου. τὸ φθειρόμενον πᾶν ἢ τρέπεται, ἢ διαλύεται, ἢ τήκεται, ἢ κόπτεται, ἢ ῥήγνυται, ἢ μεταβάλλει˙ ἢ διαλύεται, ὡς πηλὸς ὑπὸ ὕδατος˙ ἣ ῥήγνυται, ὡς ὑπὸ ἀρότρου γῆ˙ ἢ τήκεται, ὡς ὑπὸ ἡλίου κηρός˙ ἢ κόπτεται, ὡς ὑπὸ σιδήρου φυτόν˙ ἢ ματαβάλλει καὶ τρέπεται, ὡς ὕδωρ εἰς ἀέρα, καὶ ἀὴρ εἰς πῦρ. δεῖ δὴ τὴν οὐσίαν τοῦ δαιμονίου, εἰμέλλει ἔσεσθαι ἀθάνατος, μὴ διαλύεσθαι, μὴ σκεδάννυσθαι, μὴ τρέπεσθαι, μὴ ρ/ήγνυσθαι καὶ μεταβάλλειν, μὴ κόπτεσθαι˙ εἰ γὰρ πείσεταί τι τούτων, ἀπολεῖ τὸ ἀθάνατον. πῶς δ'ἂν καὶ πάθοι, εἴπερ ἐστιν τὸ δαιμόνιον αὐτὸ ψυχὴ ἀποδυσαμένη τὸ σῶμα; ἢ γὰρ καὶ τῷ σώματι τῷ φύσει φθειρομένῳ παρέχει τὸ μὴ φθείρεσθαι ἡνίκ'ἂν αὐτῷ συνῇ πολλοῦ γε δεῖ φθαρήναι αὐτῇ. ἐν γοῦν τῇ συστάσει τὸ μὲν σῶμα συνέχεται, ἡ δὲ ψυχὴ συνέχει˙ εἰ δὲ καὶ τὴν ψυχὴν ἕτερόν τι συνέχει, ἀλλὰ μὴ αὐτὴ αὑτήν, τί τοῦτο ἔσται, καὶ τίς ἂν ἐπινοήσαι ψυχὴν ψυχῆς; ὅταν γὰρ ἕτερον ὑφ'ἑτέρου σώζηται συνεχόμενον, ἀνάγκη που παύσασθαι τὴν συνοχὴν ἐπὶ πρᾶγμα προελθοῦσαν συνέχον μὲν ἄλλο, συνεχόμενον δὲ ὑφ'ἑαυτοῦ˙ εἰ δὲ μὴ ποῖ στήσεται ὁ λογισμὸς προϊὼν εἰς ἄπειρον; οἶον εἰ ξυνείη τις ὁλκάδα ἐν κλύδωνι ἐκ πέτρας ποθὲν καθωρμισμένην διὰ πολλῶν κάλων, ὧν ἕτερον ἐξ ἑτέρου συνεχόμενον τῇ ξυνδέσει τελευτᾷ ἐπὶ τὴν πέτραν, χρῆμα ἑστὸς καὶ ἑδραῖον.
(6) τοιοῦτον ή ψυχή˙ σῶμα ἐν σάλῳ ἀεὶ καὶ κλύδωνι νηχόμενον καὶ κραδαινόμενον καὶ σειόμενον συνέχει αὐτή, καὶ καθορμίζει, καὶ ἵστησιν˙ ἐπειδὰν δὲ ἀποκάμῃ τὰ νεῦρα ταυτί, καὶ τὸ πνεῦμα, καὶ τὰ ἄλλα τὰ ὥσπερ καλώδια, ἐξ ὧν τέως προσώρμιστο τῇ ψυχῇ τὸ σῶμα, τὸ μὲν ἐφθάρη καὶ κατὰ βυθοῦ ᾤχετο, αὐτὴ δὲ ἐφ'ἑαυτῆς ἐκνηξαμένη συνέχει τε αὑτὴν καὶ ἵδρυται. καὶ καλεῖται ἡ τοιαύτη ψυχὴ δαίμων ἤδη, θρέμμα αἰθέριον, μετοικισθὲν ἐκ γῆς ἐκεῖ˙ ὥσπερ ἐκ βαρβάρων εἰς Ἕλληνας, καὶ ἐξ ἀνόμου καὶ τυραννουμένης καὶ στασιωτικῆς πόλεως εἰς εὐνομουμένην καὶ βασιλευομένην καὶ εἰρηνικὴν πόλιν. ἐγγύτατα γάρ μοι δοκεῖ ἔχειν τὸ γιγνόμενον Ὁμηρικῇ εἰκόνι˙ οἷον φασὶν ἐκείνῳ χαλκεῦσαι τὸν Ἥφαιστον ἐπὶ χρυσῆς ἀσπίδος πόλεις δύο [Σ 491]˙
... ἐν τῇ μὲν ῥα γάμοι τ'ἔσαν, εἰλαπίναι τε,
καὶ χοροί, καὶ παιᾶνες, καὶ δᾳδουχίαι˙ ἐν δὲ τῇ πόλεμοι, καὶ στάσεις, καὶ ἁρπαγαί, καὶ μάχαι, καὶ ὀλολυγαί, καὶ οἰμωγαί, καὶ στόνοι. τοῦτο δύναται καὶ γῆ πρὸς αἰθέρα˙ ὁ μὲν γὰρ εἰρηναῖόν τι χρῆμα, καὶ παιάνων μεστόν καὶ θείων χορῶν, ἡ δὲ πολυφωνίας καὶ πολυεργίας καὶ διαφωνίας. ἐπειδὰν γὰρ ἀπαλλαγῇ ψυχὴ ἐνθένδε ἐκεῖσε, ἀποδυσαμένη τὸ σῶμα, καὶ καταλιποῦσα αὐτὸ τῇ γῇ φθαρησόμενον τῷ αὐτοῦ χρόνῳ καὶ νόμῳ, δαίμων τ'ἀνθρώπου, ἐποπτεύει μὲν αὕτη τὰ οἰκεῖα θεάματα καθαροῖς τοῖς ὀφθαλμοῖς, μήτε ὑπὸ σαρκῶν ἐπιπροσθουμένη, μήτε ὑπὸ χρωμάτων ἐπιταραττομένη, μήτε ὑπὸ σχημάτων παντοδαπῶν συγχεομένη, μήτε ὑπὸ ἀέρος θολεροῦ διατειχιζομένη, ἀλλὰ αὐτὸ κάλλος, αὐτοῖς ὀφθαλμοῖς ὁρῶσα καὶ γανυμένη˙ οἰκτείρουσα μὲν αὑτὴν τοῦ πρόσθεν βίου, μακαρίζουσα δὲ τοῦ παρόντος˙ οἰκτείρουσα δὲ καὶ τὰς συγγενεῖς ψυχάς, αἳ περὶ γῆν στρέφονται ἔτι, καὶ ὑπὸ φιλανθρωπίας ἐθέλουσα αὐταῖς συναγελάζεσθαι, καὶ ἐπανορθοῦν σφαλλομένας. προστέτακται δὲ αὐτῇ ὑπὸ τοῦ θεοῦ ἐπιφοιτᾶν τὴν γῆν, καὶ ἀναμίγνυσθαι πάσῃ μὲν ἀνδρῶν φύσει, πάσῃ δὲ ἀνθρώπων τύχῃ καὶ γνώμῃ καὶ τέχνῃ˙ καὶ τοῖς μὲν χρηστοῖς συνεπιλαμβάνειν, τοῖς δὲ ἀδικουμένοις τιμωρεῖν, τοῖς δὲ ἀδικοῦσιν προστιθέναι τὴν δίκην.
(7) ἀλλ'οὐχὶ δαιμόνων πᾶς πάντα δρᾷ, ἀλλ'αὐτοῖς διακέκριται κἀκεῖ τὰ ἔργα, ἄλλο ἄλλῳ. καὶ τοῦτό ἐστιν ἀμέλει τὸ ἐμπαθές, ᾧ ἐλαττοῦται δαίμων θεοῦ. ὡς γὰρ εἶχον φύσεως, ὅτε περὶ γῆν ἦσαν, οὐκ ἐθέλουσιν ταύτης παντάπασιν ἀπαλλάττεσθαι˙ ἀλλὰ καὶ Ἀσκληπιὸς ἰᾶται νῦν, καὶ ὁ Ἡρακλῆς ἰσχυρίζεται, καὶ Διόνυσος βακχεύει, καὶ Ἀμφίλοχος μαντεύεται, καὶ οἱ Διόσκουροι ναυτίλλονται, καὶ Μίνως δικάζει, καὶ Ἀχιλλεὺς ὁπλίζεται. Ἀχιλλεὺς νῆσον οἰκεῖ εὐθὺ Ἴστρου κατὰ τὴν Ποντικὴν θάλαττων, Ἀχιλλέως ναός, καὶ βωμοὶ Ἀχιλλέως˙ καὶ ἑκὼν μὲν οὐκ ἄν τις προσέλθοι, ὅτι μὴ θύσων˙ θύσας δέ, ἐπιβαίνει τὴν νεώς. εἶδον ἤδη ναῦται πολλάκις ἄνδρα ἠΐθεον, ξανθὸν τὴν κόμην, πηδῶντα ἐν ὅπλοις˙ τὰ ὅπλα χρυσᾶ˙ οἱ δὲ εἶδον μὲν οὐδαμώς, ἤκουσαν δὲ παιωνίζοντος˙ οἱ δὲ καὶ εἶδον καὶ ἤκουσαν. ἤδη δέτις καὶ κατέδαρθεν ἄκων ἐν τῇ νήσῳ, καὶ αὐτὸν Ἀχιλλεὺς ἀνίστησιν, καὶ ἐπὶ σκηνὴν ἄγει, καὶ εὐωχεῖ˙ ὁ Πάτροκλος ᾠνοχόει, Ἀχιλλεὺς ἐκιθάριζεν, παρεῖναι δὲ ἔφη καὶ τὴν Θέτιν, καὶ ἄλλων δαιμόνων χορόν. ὁ δὲ Ἕκτωρ κατὰ χώραν μένει, ὡς ὁ Ἰλιέων λόγος, καὶ φαντάζεται πηδῶν ἅμα τὸ πεδίον, καὶ ἁστράπτων. ἐγὼ δὲ τὸν μὲν Ἀχιλλέα οὐκ εἶδον, οὐδὲ τὸν Ἕκτορα εἶδον˙ εἶδον δὲ καὶ Διοσκούρους ἐπὶ νεώς, ἀστέρας λαμπρούς, ἰθύνοντας τὴν ναῦν χειμαζομένην. εἶδον καὶ τὸν Ἀσκληπιόν, ἀλλ'οὐχὶ ὄναρ˙ εἶδον καὶ τὸν Ἡρακλία, ἀλλ'ὕπαρ.