V B 5

V B 5 LUCIAN. bis accus. 24:
ΕΡΜΗΣ: Διογένη Σινωπέα παρεῖναι καιρός, καὶ σὺ ἡ Ἀργυραμοιβικὴ λέγε. - ΔΙΟΓΕΝΗΣ: Καὶ μὴν ἄν γε μὴ παύσηται ἐνοχλοῦσα, ὦ Δίκη, οὐκέτι δρασμοῦ δικάσεταί μοι, ἀλλὰ πολλῶν καὶ βαθέων τραυμάτων˙ ἐγὼ γὰρ αὐτίκα μάλα πατάξας τῷ ξύλῳ - ΔΙΚΗ: Τί τοῦτο; πέφευγεν ἡ Ἀργυραμοιβική, ὁ δὲ διώκει ἐπηρμένος τὸ βάκτρον. οὐ μέτριόν τι κακὸν ἡ ἀθλία ἔοικε λήψεσθαι.