I F 5

I F 5 SOCRAT. EPIST. V (Σωκράτης Ξενοφῶντι):
(1) σὲ μὲν ἐν Θήβαις ἡμῖν γενέσθαι ἀπηγγέλλετο, Πρόξενον δὲ καταλαβεῖν εἰς τὴν Ἀσίαν ὡς Κῦρον ὡρμηκότα. εἰ μὲν οὖν εὐτυχῶν ἐφίεσαι πραγμάτων, θεὸς οἶδεν, ὡς ἤδη γέ τινες τῶν ἐνταῦθα καταμέμφεσθαι αὐτὰ ἐπιχειροῦσιν˙ οὐ γὰρ ἄξιόν φασιν εἶναι Κύρῳ βοηθεῖν Ἀθηναίους, δι' ὃν τὴν ἀρχὴν ὑπὸ Λακεδαιμονίων ἀφῃρέθησαν, οὐδ' αὐτοὺς ὑπὲρ ἐκείνου πολεμεῖν καταπολεμηθέντας δι' ἐκεῖνον. οὐκ ἂν οὖν θαυμάσαιμι, εἰ μεταπεσούσης τῆς πολιτείας συκοφαντεῖν σέ τινες ἀφ' ἑαυτῶν ἐπιχειρήσουσιν˙ ἀλλ' ὅσῳ λαμπρότερον τἀκεῖ χωρήσειν ὑπολαμβάνω, τοσούτῳ σφοδρότερον ἐπικείσεσθαι τούτους ἡγοῦμαι˙ τὰς γὰρ ἐνίων φύσεις οὐκ ἀγνοῶ. (2) ἡμεῖς δ' ἐπείπερ ἅπαξ εἰς τοῦτο ἑαυτοὺς ἔδομεν, ἄνδρες ἀγαθοὶ γενώμεθα, τῶν τε ἄλλων, ἃ περὶ ἀρετῆς εἰώθειμεν λέγειν ἀναμιμνησκόμενοι καὶ τὸ "μηδὲ γένος πατέρων αἰσχυνέμεν" ἐν τοῖς ἄριστα τῷ ποιητῇ εἰρῆσθαι τιθέντες. ἴσθι δέ, ὡς δυοῖν τούτοιν μάλιστα προσδεῖται πόλεμος, καρτερίας τε καὶ ἀφιλοχρηματίας˙ δι' ἐκείνην μὲν γὰρ τοῖς οἰκείοις φίλοι, διὰ καρτερίαν δὲ φοβεροὶ τοῖς ἀντιπάλοις γινόμεθα˙ ὧν ἀμφοτέρων οἰκεῖα ἔχεις τὰ παραδείγματα.