III F 5

III F 5 DIOG. LAERT. II 126-128:
φαίνεται δὴ ὁ Μενέδημος σεμνὸς ἱκανῶς γενέσθαι˙ ὅθεν αὐτὸν Κράτης παρῳδῶν φησι [cf. V H 68]˙
Φλιάσιόν τ' Ἀσκληπιάδην καὶ ταῦρον Ἐρέτρην.
ὁ δὲ Τίμων οὕτως [fr. 29 Diels]˙
ὄγκον ἀναστήσας ὠφρυωμένος ἀφροσιβόμβαξ.
(127) οὕτω δ' ἦν σεμνὸς ὡς Εὐρύλοχον τὸν Κασανδρέα μετὰ Κλεϊππίδου Κυζικηνοῦ μειρακίου κληθέντα ὑπ' Ἀντιγόνου ἀντειπεῖν˙ φοβεῖσθαι γὰρ μὴ Μενέδημος αἴσθηται. ἦν γὰρ καὶ ἐπικόπτης καὶ παρρησιαστής. μειρακίου γοῦν καταθρασυνομένου εἶπε μὲν οὐδέν˙ λαβὼν δὲ κάρφος διέγραφεν εἰς τοὔδαφος περαινομένου σχῆμα˙ ἕως ὁρώντων πάντων συνὲν τὸ μειράκιον τὴν ὕβριν ἀπηλλάγη. Ἱεροκλέους δὲ [τοῦ] ἐπὶ τοῦ Πειραιῶς συνανακάμπτοντος αὐτῷ ἐν Ἀμφιαράου καὶ πολλὰ λέγοντος περὶ τῆς ἁλώσεως τῆς Ἐρετρίας, ἄλλο μὲν οὐδὲν εἶπεν, ἠρώτησε δὲ εἰς τί αὐτὸν Ἀντίγονος περαίνει. (128) πρὸς δὲ τὸν θρασυνόμενον μοιχόν, "ἀγνοεῖς," ἔφη, "ὅτι, οὐ μόνον κράμβη χυλὸν ἔχει χρηστόν, ἀλλὰ καὶ ῥαφανίδες;" πρὸς δὲ τὸν νεώτερον κεκραγότα, "σκέψαι" ἔφη, "μή τι ὄπισθεν ἔχων λέληθας." Ἀντιγόνου δὲ συμβουλευομένου εἰ ἐπὶ κῶμον ἀφίκοιτο, σιωπήσας τἄλλα μόνον ἐκέλευσεν ἀπαγγεῖλαι ὅτι βασιλέως υἱός ἐστιν. πρὸς δὲ τὸν ἀναίσθητον ἀναφέροντά τι αὐτῷ εἰκαίως, ἠρώτησεν εἰ ἀγρὸν ἔχει˙ φήσαντος δὲ καὶ πάμπλειστα κτήματα, "πορεύου τοίνυν," ἔφη, "κἀκείνων ἐπιμελοῦ, μὴ συμβῇ σοι καὶ ταῦτα καταφθεῖραι καὶ κομψὸν ἰδιώτην ἀποβαλεῖν." [6-14 = ANTIGON. CARYST. p. 96 Wil.; 2 σεμνὸς - 8 παρρησιαστής et 17 Ἀντιγόνου - 23 ἀποβαλεῖν = [HESYCH. MILES.] de vir. illustr. 42]. πρὸς δὲ τὸν πυθόμενον εἰ γήμαι ὁ σπουδαῖος, ἔφη, "πότερον ἐγώ σοι σπουδαῖος δοκῶ ἢ οὔ;" φήσαντος δ' εἶναι, "ἐγὼ τοίνυν," εἶπε, "γεγάμηκα."