I C 5

I C 5 PLUTARCH. quaest. conv VIII 1,1 p. 717 B:
τῇ ἕκτῃ τοῦ Θαργηλιῶνος ἱσταμένου τὴν Σωκράτους ἀγαγόντες γενέθλιον τῇ ἑβδόμῃ τὴν Πλάτωνος ἤγομεν, καὶ τοῦτο, πρῶτον λόγους ἡμῖν παρεῖχε τῇ συντυχίᾳ πρέποντας, ὧν κατῆρξεν Διογενιανὸς ὁ Περγαμηνός.
ANONYM. vit. Plat. p. 6, 5-9:
ἔτι δὲ καὶ ἐκ τοῦ καιροῦ τῆς γενέσεως αὐτοῦ τεκμαιρόμεθα αὐτὸν [scil. Platonem] Ἀπολλωνιακὸν ὄντα˙ ἐγεννήθη γὰρ ἐν τῇ ζ´ τοῦ Θαργηλιῶνος μηνός, ἐν ᾗ ἑορτὴν ἐπιτελοῦσιν οἱ Δήλιοι τοῦ Ἀπόλλωνος, ἐν δὲ τῇ ε´ τοῦ αὐτοῦ μηνὸς ἐτέχθη ὁ Σωκράτης, ἐν ᾗ γενεθλιακὴν ἑορτὴν Ἀρτέμιδος ἐπετέλουν. δηλοῖ δὲ τοῦτο τὸ προέχειν τῷ Σωκράτει κατά τε χρόνον καὶ λόγον.