I E 6

I E 6 MAXIM. TYR. philosoph. XVIII:
Τίς ἡ Σωκράτους ἐρωτική. α´: (1) Κορινθίῳ ἀνδρί, ὄνομα Αἰσχύλῳ, παῖς ἦν Ἀκταίων, μειράκιον Δωρικόν, ὥρᾳ διαφέρον. ἐρᾷ Ἀκταίωνος νεανίας Κορίνθιος, γένους τῶν Βακχιάδων˙ Βακχιάδαι δὲ Κορίνθου ἐδυνάστευον. ὡς δὲ ἐσωφρόνει τὸ μειράκιον καὶ ὑπερεφρόνει ὑβριστοῦ ἐραστοῦ, ἐκώμασεν εἰς Ἀκταίωνος ὁ ἐραστὴς ὁμοῦ τοῖς Βακχιάδαις νεανίσκοις˙ οἳ θαρσοῦντες μέθῃ καὶ τυραννίδι καὶ ἔρωτι, εἰσπεσόντες εἰς τὸ δωμάτιον, οἱ μὲν ἐπειρῶντο ἀπάγειν, οἱ δὲ οἰκεῖοι κατέχειν˙ σπώμενον τὸ μειράκιον ὑπ'ἀμφοῖν, βίᾳ διαφθείρεται ἐν χερσὶν αὐτῶν. καὶ εἰκάσθη τὸ ἐν Κορίνθῳ τοῦτο πάθος τῷ Βοιωτίῳ διὰ τὴν ὁμωνυμίαν τῶν μειρακίων, ἀπολομένου ἑκατέρου, τοῦ μὲν ὑπὸ κυνῶν ἐν θήρᾳ, τοῦ δὲ ὑπὸ ἐραστῶν ἐν μέθῃ. Περιάνδρῳ τῷ Ἀμβρακιώτῃ τυράννῳ παιδικὰ ἦν μειράκιον πολιτικόν˙ ἅτε δὲ οὐ σὺν δίκῃ τὴν ὁμιλίαν συστησαμένῳ ὕβρις ἦν τὸ χρῆμα, οὐκ ἔρως˙ θαρσῶν δὲ ὁ Περίανδρος τῇ ἐξουσίᾳ παροινεῖ εἰς τὸ μειράκιον. ἡ δὲ παροινία αὕτη Περίανδρον μὲν ἔπαυσεν ὑβρίζοντα, τὸ δὲ μειράκιον ἐποίησεν ἐξ ἐρωμένου τυραννοκτόνον. αὕτη δίκη ἀδίκων ἐρώτων.
(2) βούλει σοι λέγω καὶ τοῦ ἑτέρου τρόπου τῶν ἐρώτων τοῦ δικαίου μίαν γέ τινα ἢ δευτέραν εἰκόνα; μερακίῳ Ἀττικῷ δύο ἦσαν ἐρασταί, ἰδιώτης καὶ τύραννος˙ ὁ μὲν δίκαιος ἦν διὰ ἰσοτιμίαν, ὁ δὲ ἄδικος δι'ἐξουσίαν˙ ἀλλὰ τό γε μειράκιον ὄντως ἦν καλὸν καὶ ἐρᾶσθαι ἄξιον, ὥστε ὑπεριδὸν τοῦ τυράννου τὸν ἰδιώτην ἠσπάζετο˙ ὁ δὲ ὑπ'ὀργὴς ἄλλά τε ἀμφοτέρους προὐπηλάκισεν, καὶ ἀδελφὴν Ἁρμοδίου Παναθηναίοις ἥκουσαν ἐπὶ τὴν πομπὴν κανηφοροῦσαν ἐξήλασεν ἐπ'ἀτιμίᾳ. διδόασιν δίκην ἐκ τούτου Πεισιστρατίδαι, καὶ ἦρξεν ἐλευθερίας Ἀθηναίοις ὕβρις τυράννου, καὶ μειρακίου θάρσος, καὶ ἔρως δίκαιος, καὶ ἐραστοῦ ἀρετή. ἐλευθεροῖ τὰς Θήβας Ἐπαμεινώνδας ἀπὸ Λακεδαιμονίων στρατηγήματι ἐρωτικῷ˙ μειρακίων πολλῶν καλῶν ἐρασταὶ ἦσαν Θήβησιν πολλοὶ νεανίαι˙ ὅπλα δοὺς Ἐπαμεινώνδας τοῖς ἐρασταῖς καὶ τοῖς ἐρωμένοις συνέταξεν λόχον ἱερὸν τοῦ ἔρωτος, δεινὸν καὶ ἄμαχον, καὶ συνασπίζοντα ἀκριβῶς, καὶ ἄρρηκτον˙ οἷον οὔτε ὁ Νέστωρ περὶ τὸ Ἴλιον συνεστήσατο, ὁ δεινότατος τῶν στρατηγῶν, οὔτε Ἡρακλεῖδαι περὶ Πελοπόννησον, οὔτε Πελοποννήσιοι περὶ τὴν Ἀττικήν. ἔδει γὰρ ἕκαστον τῶν ἐραστῶν ἀριστεύειν, καὶ διὰ φιλοτιμίαν ἐν ὄψει τῶν παιδικῶν μαχόμενον, καὶ δι'ἀνάγκην ὐπερμαχοῦντα τῶν φιλτάτων˙ ἦν δὲ καὶ τὰ μειράκια ἐφάμιλλα ταῖς ἀρεταῖς τοῖς ἐρασταῖς, ὥσπερ ἐν θήρᾳ σκύλακες συμπαραθέοντες τοῖς πρεσβυτέροις τῶν κυνῶν.
(3) τί δή μοι βούλεται ὁ Ἐπαιμεινώνδας καὶ ὁ Ἀρμόδιος, καὶ οἱ περὶ τοῦ ἀδίκου ἔρωτος λόγοι; ὅτι πρᾶγμα διττόν, τὸ μὲν ἀρετῆς ἐπήβολον, τὸ δὲ μοχθηρίᾳ συμπεφυκός, φωνῇ μιᾷ οἱ ἄνθρωποι ἐπονομάζοντες ἔρωτα, οὑτωσὶ καλοῦντες καὶ τὸν θεὸν καὶ τὴν νόσον, καλλωπίζονται μὲν οἱ μοχθηροὶ ἐρασταὶ διὰ τὴν πρὸς τὸν θεὸν ὁμωνυμίαν, ἀπιστοῦνται δὲ οἱ χρηστοὶ διὰ τὸ ἀμφίβολον τοῦ πάθους, ἀλλ'ὥσπερ τοὺς ἀργυρογνώμονας ἐξετάζειν ἔδει, ὁπότερος αὐτῶν γνωριστικὸς τοῦ δοκίμου καὶ μή. τὸν μὲν πρὸ τοῦ δοκίμου τὸ φαινόμενον ἀσπαζόμενον πόρρω πάνυ τίθεμεν τῆς τέχνης, τὸν δὲ τἀληθῆ αὐτὰ γνωρίζοντα, τοῦτον καὶ συνιέναι αὐτῆς˙ ταύτῃ καὶ τὴν ἐρωτικὴν προσθῶμεν φέροντες, ὥσπέρ τινι νομίσματι, τῇ τοῦ καλοῦ φύσει. ἐὰν γὰρ τούτου τὸ μὲν ἦ? φαινόμενον καλόν, οὐχ οὕτως ἔχον, τὸ δὲ καλὸν καὶ ὂν καὶ φαινόμενον, ἀνάγκη τοὺς μὲν τοῦ φαινομένου κάλλους καὶ μὴ ὄντος γλιχομένους νόθους τινὰς εἶναι καὶ κιβδήλους ἐραστάς, τοὺς δὲ τοῦ καὶ ὄντος καὶ φαινομένου γνησίους ἐραστὰς κάλλους ἀληθινοῦ.
(4) εἶεν˙ ἐπεὶ ταύτῃ βασανιστέον τὲ καὶ ἀθρητέον τὸν ἐρωτικὸν καὶ λόγον καὶ ἄνδρα, ἐπιτολμητόν τοι καὶ περὶ Σωκράτους ἐκλογίσασθαι, τί ἦν αὐτῷ ταυτὶ τὰ θρυλούμενα ἐν τοῖς λόγοις; ὁποῖα ἄττα φησὶν περὶ αὑτοῦ ἐκεῖνος, ὅτι ἐστὶν θεράπων τοῦ ἔρωτος, καὶ λευκὴ στάθμη πρὸς τοὺς καλούς, καὶ τὴν τέχνην δεινός. ἀλλὰ καὶ διδασκάλους ἐπιγέγραπται τῆς τέχνης, Ἀσπασίαν τὴν Μιλησίαν, καὶ Διοτίμαν τὴν Μαντινικήν˙ καὶ μαθητὰς λαμβάνει τῆς τέχνης, Ἀλκιβιάδην τὸν γαυρότατον, καὶ Κριτόβουλον τὸν ὡραιότατον, καὶ Ἀγάθωνα τὸν ἁβρότατον, καὶ Φαῖδρον τὴν θείαν κεφαλήν, καὶ Λῦσιν τὸ μειράκιον, καὶ Χαρμίδην τὸν καλόν. ἀποκρύπτεται δὲ οὐδὲν τῶν τοῦ ἔρωτος, οὔτε ἔργον, οὔτε πάθος, ἀλλὰ ἔοικεν πάντα ἑξῆς παρρησιαζομένῳ˙ πηδᾶν μὲν αὐτῷ τῆν καρδίαν ἐπὶ Χαρμίδῃ καὶ ἥδειν τὸ σῶμα, ἐπτοῆσθαι δὲ καὶ ἐνθουσιᾶν, καθάπερ τὰς βάκχας, ἐπὶ Ἀλκιβιάδῃ˙ ἐπεστρέφθαι δὲ ἐπ'Αὐτόλυκον τὰ ὄμματα, ὥσπερ ἐν νυκτὶ ἐπὶ φέγγος. πόλιν δὲ οἰκίζων ἀγαθῶν ἀνδρῶν, τιθεὶς νόμους τοῖς ἀριστεῦσιν οὐ στέφανον οὐδὲ εἰκόνας, τὰς Ἑλληνικὰς φλυαρίας, δωρεῖται˙ ἀλλ'ἐξεῖναι φιλεῖν τῷ ἀρίστῳ, εἰ δή τινα ἂν θέλῃ, τῶν καλῶν˙ ὢ τοῦ θαυμαστοῦ γέρως. αὐτὸς δὲ δὴ τὸν ἔρωτα, ἀναπλάττων ἐπ'αὐτῷ μῦθον, οἷον καὶ εἶναι λέγει, αἰσχρὸν ἰδεῖν, καὶ πένητα, ἐγγυτάτω τῆς ἑαυτοῦ τύχης, ἀνυπόδητον, χαμαιεύνην, ἐπίβουλον, θηρευτικόν, φαρμακέα, σοφιστήν, γόητα˙ ἀτεχνῶς οἷα εἰς αὐτὸν Σωκράτην ἔσκωπτον ἐν Διονυσίοις οἱ κωμῳδοί. ἔλεγε δὲ ταῦτα μόνον οὐκ ἐν μέσοις τοῖς Ἕλλησιν, ἀλλὰ καὶ οἴκοι καὶ δημοσίᾳ, ἐν συμποσίοις, ἐν Ἀκαδημίᾳ, ἐν Πειραιεῖ, ἐν ὁδῷ ὑπὸ πλατάνῳ, ἐν Λυκίῳ. καὶ τὰ μὲν ἄλλα ἅπαντα ἀποποιεῖται εἰδέναι, καὶ τοὺς περὶ ἀρετῆς λόγους, καὶ τὰς περὶ θεῶν δόξας, καὶ τὰ ἄλλα ἅπαντα, ἐφ'οἷς οἱ σοφισταὶ ἐκόμων˙ τὴν δὲ ἐρωτικὴν τέχνην ὑποδύς, ταύτης καὶ ἐπιστήμων εἶναι, καὶ πραγματεύεσθαι περὶ αὐτὴν ἔλεγεν.
(5) τί βούλεται τῷ Σωκράτει ταυτὶ τὰ κομψά, εἴτε αἰνίγματα, εἴτε εἰρωνεύματα; ἀποκρινάσθω ἡμῖν ὑπὲρ τοῦ Σωκράτους Πλάτων, ἢ Ξενοφῶν, ἢ Αἰσχίνης, ἢ τις ἄλλος τῶν ὁμοφώνων αὐτῷ. ἐγὼ μὲν γὰρ θαυμάζω καὶ ἐκπλήττομαι, ὅπως τὰ μὲν Ὁμήρου ἔπη τῆς θαυμαστῆς πολιτείας καὶ τροφῆς τῶν νέων ἀπεπέμψατο, αὐτῷ Ὁμήρῳ, στεφανώσας τὸν ποιητὴν καὶ χρίσας μύρῳ˙ αἰτιασάμενος τὴν παρρησίαν τῶν ἐπῶν, ὅτι ὁ Ζεὺς πεποίηται αὐτῷ τῇ Ἥρᾳ μισγόμενος ἐν τῇ Ἴδῃ, νεφέλης αὐτοὺς καλυπτούσης ἀθανάτου, καὶ Ἄρεως καὶ Ἀφροδίτης συνουσία, καὶ Ἡφαίστου δεσμά, καὶ θεοὶ πίνοντες, καὶ γελῶντες θεοὶ ἄσβεστον γέλωτα, καὶ Ἀπόλλων φεύγων, καὶ Ἀχιλλεὺς διώκων [Χ 9],
αὐτὸς θνητὸς ἐών, θεὸν ἄμβροτον,
καὶ ὀδυρόμενοι θεοί [Π 433]
ὤμοι ἐγών, ὅτε μοι Σαρπήδονα φίλτατον ἀνδρῶν,
ὁ Ζεὺς λέγει˙ καὶ αὗθις αὖ [Σ 54],
ὤμοι ἐγὼ δειλή, ὤμοι δυσαριστοτόκεια,
ἡ Θέτις λέγει˙ καὶ ὅσα ἄλλα ἐπὶ τούτοις Ὅμηρος μὲν ᾐνίξατο, Σωκράτης δὲ ἐμέμψατο˙ αὐτὸς δὲ δὴ Σωκράτης, ὁ ἐραστὴς μὲν σοφίας, πενίας δὲ κρείττων, ἡδονῆς δὲ ἐχθρός, ἀληθείας δὲ φίλος, οὕτω σφαλεροὺς καὶ κινδυνώδεις λόγους ταῖς αὐτοῦ ὁμιλίας ἀνεκέρασεν, ὥστε τὰ Ὁμήρου αἰνίγματα πόρρω πάνυ εἷναι τῆς αἰτίας, τοῖς ἐκείνου παραβαλλόμενα. αὐτίκα καὶ ὁ μὲν περὶ τοῦ Διὸς τοιαῦτα ἀκούσας, καὶ τοῦ Ἀπόλλωνος, καὶ τῆς Θέτιδος, καὶ τοῦ Ἡφαίστου, καταμαντεύεται τοῦ λόγου, ὡς φησὶ μὲν ταῦτα, ἕτερα δὲ αἰνίττεται˙ καὶ παρεὶς τῇ ἀκοῇ τὸ τερπνόν, συναγωνίζεται τῷ ποιητῇ, καὶ συνεξαίρεται τῇ φαντασίᾳ, καὶ συναναπλάττει τὸν λόγον, ἀπιστῶν ὁμοῦ καὶ χαίρων τῇ τῆς μυθολογίας ἐξουσία. ὁ δὲ Σωκράτης ἡμῖν ἐπ'ἀληθείᾳ διατεθρυλημένος, ἐπισφαλέστερος ἐν οἷς αἰνίττεται, διὰ τὸ ἀξιόπιστον μὲν ἐν τοῖς λόγοις, δυνατὸν δὲ τῇ μιμήσει, ἀνόμοιον δ'ἐν τοῖς ἔργοις. οὐδὲν γὰρ αὐτὸς αὑτῷ ὅμοιος ὁ Σωκράτης ἐρῶν τῷ σωφρονοῦντι, καὶ ὁ ἐκπληττόμενος τοὺς καλοὺς τῷ ἐλέγχοντι τοὺς ἄφρονας, ὁ Λυσίου τῶν ἐρωτικῶν ἀντίτεχνος, ὁ Κριτοβούλου ἁπτόμενος, ὁ ἀπὸ κυνηγεσίου τῆς Ἀλκιβιάδου ὥρας παραγινόμενος, ὁ Χαρμίδην τεθηπώς. πῶς γὰρ ὅμοια ταῦτα φιλοσόφῳ βίῳ; οὐ τῇ πρὸς τὸν δῆμον παρρησίᾳ, οὐδὲ τῇ πρὸς τοὺς τυράννους ἐλευθερίᾳ, οὐδὲ τῇ ἐπὶ Δηλίῳ ἀριστείᾳ, οὐδὲ τῇ πρὸς τοὺς δικαστὰς ὑπεροψίᾳ, οὐδὲ τῇ ἐπὶ τὸ δεσμωτήριον ὁδῷ, οὐδὲ τῇ πρὸς τὸν θάνατον παρασκευῇ˙ πολλοῦ γε καὶ δεῖ. εἰ μὲν γὰρ ἀληθῆ ταῦτα, εὐφημεῖν ἄξιον˙ εἰ δὲ αἰνίττεται δι'αἰσχρῶν ῥημάτων πράξεις καλάς, δεινὸν καὶ σφαλερὸν τὸ χρῆμα. τὸ γὰρ ὑποβαλεῖν αἰσχρῷ καλόν, καὶ τὰ ὠφελοῦντα διὰ τῶν βλαπτόντων ἐπιδείκνυσθαι, οὐκ ὠφελοῦν βουλομένου ἔργον (τὸ γὰρ ὠφελοῦν ἀφανὲς) ἀλλὰ βλάπτειν˙ πρόχειρον γὰρ τοῦτο. ταῦτα οἶμαι Θρασύμαχον ἂν εἰπεῖν, ἢ Καλλίαν, ἢ Πῶλον, ἢ ὅστις ἄλλος τῇ Σωκράτους φιλοσοφίᾳ ἐπολέμει.
(6) φερ'ἐπαμύνωμεν τῷ λόγῳ, μὴ εἰκαῖα φλυαρῶμεν. καὶ δή μοι δοκῶ βούλεσθαι μὲν ταῦτα, δύνασθαι δὲ ἧττον˙ χρὴ δὲ ὁμοῦ τῷ βούλεσθαι καὶ δύνασθαι. ὧδε τοίνυν δράσωμεν περὶ ῥᾳστώνην τοιαύτην τῷ λόγῳ, οἵαν καὶ εἰς δικαστήρια εἰσαγγελλόμενοι ἢ κινδυνεύοντες˙ οὐ περὶ τοῦ πράγματος ἀπολογοῦνται μόνον, ὑπὲρ ὅτου ἡ εἰσαγγελία ἐγένετο, ἀλλ'ἠρέμα εἰς ἄλλους ἀξιοχρεωτέρους τρέπουσι τὴν αἰτίαν, τῇ πρὸς ἐκείνους κοινωνίᾳ κατασμικρύνοντες τὰ αὐτῶν. οὐκοῦν καὶ ἡμεῖς περὶ Σωκράτους, εἰ μὲν ὀρθῶς ταῦτα ἔδρα ἢ μή, σκοπεῖν ἀναθησόμεθα σμικρόν, ὅσον τὸ νῦν ἔχον˙ λέγωμεν δὲ ὡδὶ πρὸς τουτουσὶ τοὺς δεινοὺς κατηγόρους˙ ὅτι "ἡμῖν δοκεῖτε, ὦ ἄνδρες, ἀτοπώτεροι εἶναι συκοφάνται Ἀνύτου καὶ Μελήτου˙" ἐκεῖνοι μέν γε ἀδικεῖν γραψάμενοι Σωκράτην, καὶ τοὺς νέους διαφθείρειν, καὶ ὅτι μὲν Κριτίας ἐτυράννησεν, τοῦτο ἀδικεῖν ἔλεγον τὸν Σωκράτην, καὶ ὅτι Ἀλκιβιάδην ἐᾷ ὑβρίζειν, καὶ ὅτι τὸν ἥττω λόγον κρείττω ποιεῖ, καὶ ὀμνύει τὴν πλάτανον καὶ τὸν κύνα˙ τῶν δὲ ἐρωτικῶν τῶν Σωκράτους ἀπέσχοντο καὶ οἱ δεινοὶ οὗτοι συκοφάνται˙ ἀλλ'οὐδὲ Ἀριστοφάνης τὰ Σωκράτους ἐν Διονυσίοις κωμῳδῶν, ὁ δεινότατος τῶν κατηγόρων, ἐλοιδορήσατο τῷ ἕρωτι τοῦ Σωκράτους˙ καίτοι πένητα εἰπών, καὶ ἀδολέσχην, καὶ σοφιστήν, καὶ πάντα μᾶλλον ἢ κακῶς ἐρῶντα. οὐ γὰρ ἦν, ὡς ἔοικεν, τὸ πρᾶγμα οὔτε τοῖς συκοφάνταις, οὔτε τοῖς κωμῳδοῖς ἐπιλήψιμον.
(7) διὸ δὴ τὸ μὲν Ἀθηναίων θέατρον καὶ τὸ δικαστήριον ἐκεῖνο διαπέφευγεν˙ πρὸς τουτουσὶ δὲ τοὺς νυνὶ κατηγόρους (οὐ γάρ εἰσιν ἐκείνων ἀμαχώτεροι) διαγωνισώμεθα τὸ πρῶτον τῇδε˙ ὡς οὐκ ἴδιον Σωκράτους τὸ ἐρωτικὸν ἐπιτήδευμα, ἀλλὰ μακρῷ πρεσβύτερον˙ μάρτυρα δὲ αὐτὸν Σωκράτην παραστησώμεθα, ἐπαινοῦντα μὲν τὸ ἔργον καὶ θαυμάζοντα αὐξανό〈μενον, ἀπαρνού〉μενον δὲ αὐτοῦ τὴν εὕρεσιν. ἐπιδειξαμένου γὰρ αὐτῷ τοῦ Μυρινουσίου Φαίδρου λόγον ὑπὸ Λυσίου τοῦ Κεφάλου συγγεγραμμένον ἐρωτικόν, οὐκ ἔφη θαυμάζειν, πλῆρες τὸ στῆθος ἔχων ὥσπερ ἀγγεῖον, ἀλλοτρίων ναμάτων, ἦπου Σαπφοῦς τῆς καλῆς (οὕτω γὰρ αὐτὴν ὀνομάζων χαίρει διὰ τὴν ὥραν τῶν μελῶν, καίτοι μικρὰν οὖσαν καὶ μέλαιναν) ἢ Ἀνακρέοντος, φησίν, τοῦ σοφοῦ. τὸν δὲ ἐν τῷ συμποσίῳ λόγον, εἰς ἔρωτα ἔπαινον, Μαντινικῇ γυναικὶ ἀνατίθησιν˙ ἀλλὰ εἴτε Μαντινική, εἴτε καὶ Λεσβία τὶς ἦν ἡ τοῦ λόγου μήτηρ, πάντως γε οὐκ ἴδιοι οἱ τοῦ Σωκράτους ἐρωτικοὶ λόγοι, οὐδὲ πρώτου˙ θεασώμεθα γὰρ οὕτως, ἀπὸ Ὁμήρου ἀρξάμενοι.
(8) οὗτος γάρ μοι δοκεῖ πολυφωνότατος ὢν καὶ δεινὸς ὁμοῦ τοῖς καλοῖς τὰ αἰσχρὰ ἱστορεῖν, τὰ μὲν ὅπως ἔχωμεν, τὰ δὲ ὅπως φεύγωμεν, τὰ μὲν ἄλλα εὐήθως πάνυ καὶ ἀρχαίως ἐκδιδάσκειν ἰδέσθαι, καὶ ἡνιοχεῖν, καὶ τάττειν στράτευμα˙ ἐν νύσσῃ μὲν παραινῶν ἐγχριμφθῆναι τὸν ἐπὶ λαιᾷ ἵππον, κυκεῶ δὲ Πραμνίου διδοὺς τοῖς κάμνουσιν, τοὺς δὲ κακοὺς ἐν μέσῳ τάττων τῶν ἀγαθῶν, καὶ τοὺς ἱππεῖς διακρίνων τῶν πεζῶν˙ ἦ γὰρ ἂν γέλωτα ὄφλοι τὰ σοφὰ ταῦτα τοῖς νῦν τακτικοῖς καὶ ἰατροῖς καὶ ἡνιόχοις˙ τὰ δὲ τοῦ ἔρωτος πάντα ἑξῆς δίεισιν, καὶ ἔργα, καὶ ἡλικίας, καὶ εἴδη, καὶ πάθη, τὰ καλά, τὰ αἰσχρά, τὸν σώφρονα ἔρωτα, τὸν ἀκόλαστον, τὸν δίκαιον, τὸν ὑβριστήν, τὸν ἐπιμανῆ, τὸν πρᾶον˙ καὶ ἐστὶν ἐν τοιούτοις οὐκέτι ἀρχαῖος, ἀλλὰ τεχνίτης δεινῶς [Ε 304],
οἶοι νῦν βροτοί εἰσιν.
αὐτίκα ἐν πρώτῳ λόγῳ ἐπὶ αἰχμαλώτῳ ἐρασταὶ δύο, ὁ μὲν θρασὺς καὶ ἐπιμανής, ὁ δὲ ἥμερος καὶ ἐμπαθής˙ ὁ μὲν ἀποφλογοῦται τὰ ὄμματα, καὶ λοιδορεῖται πᾶσιν καὶ ἀπειλεῖ˙ ὁ δὲ ἀναχωρεῖ ἐφ'ἡσυχίας, καὶ δακρύει κείμενος, καὶ ἀλύει, καὶ ἀπελεύσεσθαι φησίν, καὶ οὐκ ἄπεισιν. ἄλλη εἰκὼν ἀκολάστου ἔρωτος˙ τοιοῦτος αὐτῷ ὁ Ἀλέξανδρος, οἷος ἐκ μάχης ἐπανεῖναι εἰς τὸν θάλαμον καὶ ἀεὶ μοιχῷ ἐοικέναι. ἔστιν αὐτῷ καὶ δίκαιος ἔρως παρ'ἀμφοῖν ἴσος οἶον τῆς Ἀνδρομάχης καὶ τοῦ Ἕκτορος˙ ἡ μὲν πατέρα καὶ ἀδελφὸν καλεῖ τὸν ἄνδρα καὶ ἐραστήν, καὶ πάντα δὴ τὰ φίλτατα ὀνόματα˙ ὁ δὲ οὔτε μητρὸς τοσουτονὶ αὐτῷ μέλειν, ὅσον ἐκείνης, λέγει. ἔδειξεν καὶ τὸν χαμαιεύνην ἔρωτα ἐπὶ τῆς Ἥρας καὶ τοῦ Διός˙ καὶ τὸν ὑβριστὴν ἐπὶ τῶν μνηστήρων˙ καὶ τὸν γόητα ἐπὶ τῆς Καλυψοῦς˙ καὶ τὸν φαρμακέα ἐπὶ τῆς Κίρκης˙ καὶ τὸν ἀνδρεῖον ἐπὶ τῷ Πατρόκλῳ, τὸν πόνῳ κτητὸν καὶ χρόνῳ, καὶ μέχρι θανάτου προερχόμενον, νέων καὶ καλῶν ἀμφοτέρων, καὶ σωφρόνων, τοῦ μὲν παιδεύοντος, τοῦ δὲ παιδευομένου˙ ὁ μὲν ἄχθεται, ὁ δὲ παραμυθεῖται˙ ὁ μὲν ᾄδει, ὁ δὲ ἀκροᾶται˙ ἐρωτικὸν δὲ καὶ τὸ τυχεῖν ἐθέλοντα ἐξουσίας πρὸς μάχην δακρῦσαι ὡς οὐκ ἀνεξομένου τοῦ ἐραστοῦ˙ ὁ δὲ ἐφίησιν, καὶ τοῖς αὑτοῦ ὅπλοις κοσμεῖ, καὶ βραδύνοντος περιδεῶς ἔχει, καὶ ἀποθανόντος ἀποθανεῖν ἐρᾷ, καὶ τὴν ὀργὴν κατατίθεται˙ ἐρωτικὰ δὲ καὶ τὰ ἐνύπνια, καὶ τὰ ὀνείρατα, καὶ τὰ δάκρυα, καὶ τὸ τελευταῖον δῶρον ἤδη θαπτομένῳ ἡ κόμη. Ταῦτα μὲν τὰ Ὁμήρου ἐρωτικά.
(9) Ἡσιόδῳ δὲ ἀείδουσιν αἱ μοῦσαι τί ἄλλο ἢ γυναικῶν ἔρωτας, καὶ ἀνδρῶν; καὶ ποταμῶν ἔρωτας καὶ βασιλέων καὶ φυτῶν; τὸν δὲ Ἀρχιλόχου ἔρωτα, ὑβριστὴς γάρ, χαίρειν ἐῶ. ὁ δὲ τῆς Λεσβίας (εἴτοι χρὴ πρεσβύτερα τοῖς νέοις εἰκάσαι) τί ἂν εἴη ἄλλο, ἢ αὐτό, ἡ Σωκράτους τέχνη ἐρωτική; δοκοῦσιν γάρ μοι τὴν καθ'αὑτὸν ἑκάτερος φιλίαν, ἡ μὲν γυναικῶν, ὁ δὲ ἀρρένων, ἐπιτηδεῦσαι. καὶ γὰρ πολλῶν ἐρᾶν ἔλεγον, καὶ ὑπὸ πάντων ἁλίσκεσθαι τῶν καλῶν˙ ὅ, τι γὰρ ἐκείνῳ Ἀλκιβιάδης καὶ Χαρμίδης καὶ Φαῖδρος, τοῦτο τῇ Λεσβίᾳ Γύριννα καὶ Ἀτθὶς Ἀνακτορία˙ καὶ ὅ, τιπερ Σωκράτει οἱ ἀντίτεχνοι, Πρόδικος καὶ Γοργίας καὶ Θρασύμαχος καὶ Πρωταγόρας, τοῦτο τῇ Σαπφοῖ Γοργὼ καὶ Ἀνδρομέδα˙ νῦν μὲν ἐπιτιμᾷ ταύταις, νῦν δὲ ἐλέγχει, καὶ εἰρωνεύεται αὐτὰ ἐκεῖνα τὰ Σωκράτους˙
τὸν Ἴωνα χαίρειν
φησὶν ὁ Σωκράτης˙
πολλά μοι τὰν
Πολυανακτίθαο παῖδα χαίρειν,
Σαπφὼ λέγει˙ οὐ προσιέναι φησὶν ὁ Σωκράτης Ἀλκιβιάδῃ, ἐκ πολλοῦ ἐρῶν, πρὶν ἡγήσατο ἱκανὸν εἶναι πρὸς λόγους˙
σμικρά μοι παῖς ἔτι φαίνεο κἄχαρις ἔσσα...
Σαπφὼ λέγει˙ κωμῳδεῖ σχῆμά που καὶ κατάκλισιν σοφιστοῦ, καὶ αὕτη
τίς δὲ ἀγροιῶτιν ἐπεμμένα στολήν...˙
τὸν ἔρωτα φησὶν ἡ Διοτίμα τῷ Σωκράτει οὐ παῖδα, ἀλλὰ ἀκόλουθον τῆς Ἀφροδίτης καὶ θεράποντα εἶναι˙ λέγει που καὶ Σαπφοῖ ἡ Ἀφροδίτη ἐν ᾄσματι,
σύ τε καλὸς θεράπων Ἔρως.
ἡ Διοτίμα λέγει, ὅτι θάλλει μὲν ἔρως εὐπορῶν, ἀποθνήσκει δὲ ἀπορῶν˙ τοῦτο ἐκείνη ξυλλαβοῦσα εἶπεν "γλυκύπικρον" καὶ "ἀλγεσίδωρον". τὸν ἔρωτα Σωκράτης σοφιστὴν λέγει, Σαπφὼ μυθοπλόκον. Ἐκβακχεύεται ἐπὶ Φαίδρῳ ὑπὸ τοῦ ἔρωτος, τῇ δὲ ὁ ἔρως
ἐτίναξεν τὰς φρένας,
ὡς ἄνεμος κατ'ὅρος δρυσὶν ἐμπεσών˙
ἀναίθεται τῇ Ξανθίππῃ ὀδυρομένῃ ὅτι ἀπέθνησκεν, ἡ δὲ τῃ θυγατρί˙
οὐ γὰρ θέμις ἐν μουσοπόλων οἰκίᾳ θρῆνον εἶναι
οὐκ ἄμμι πρέποι τάδε.
ἡ δὲ τοῦ Τηΐου σοφιστοῦ τέχνη τοῦ αὐτοῦ ἤθους καὶ τρόπου˙ καὶ γὰρ πάντων ἐρᾷ τῶν καλῶν, καὶ ἐπαινεῖ πάντας˙ μεστὰ δὲ αὐτοὺ τὰ ᾄσματα τῆς Σμέρδιος κόμης, καὶ τῶν Κλεοβούλου ὀφθαλμῶν, καὶ τῆς Βαθύλλου ὥρας˙ ἀλλὰ καὶ τούτοις τὴν σωφροσύνην ὁρᾷς˙
ἔραμαί τοι συνηβᾶν,
φησίν,
χαρίεν γὰρ ἔχεις ἦθος˙
καὶ αὖθις "καλὸν εἶναι τῷ ἔρωτι τὰ δίκαια" φησίν. ἤδη δέ που καὶ τὴν τέχνην ἀπεκαλύψατο˙
ἐμὲ γὰρ λόγων εἵνεκα παῖδες ἂν φιλοῖεν˙
χαρίεντα μὲν γὰρ ᾄδω, χαρίεντα δ'οἶδα λέξαι.
τοῦτο καὶ περὶ Σωκράτους Ἀλκιβιάδης ἔλεγεν, εἰκάζων αὐτοῦ τὴν χάριν τοῖς Ὀλύμπου καὶ Μαρσύου αὐλήμασιν. τίς ἄν, ὦ θεοί, μέμψαιτο ἐραστὴν τοιοῦτον, πλὴν Τιμάρχου;