IV H 6

IV H 6 PLUTARCH. Phocion. 38, 3:
τοῦτον [scil. Phocionis filium] οὔτε τἆλλα σπουδαῖον ἄνδρα γενέσθαι φασί, καὶ παιδίσκης ἐρῶντα παρὰ πορνοβοσκῷ τρεφομένης, κατὰ τύχην Θεοδώρῳ τῷ ἀθέῳ παραγενέσθαι, λόγον ἐν Λυκείῳ διαλεγομένῳ τοιοῦτον˙ "εἰ τὸ φίλον λύσασθαι μὴ αἰσχρόν ἐστιν. οὐδὲ τὸ φίλην˙ ὁμοίως <δ'> εἰ [δὲ] μὴ τὸ ἑταῖρον, οὐδὲ τὸ ἑταίραν." θέμενον οὖν ἑαυτῷ πρὸς τὴν ἐπιθυμίαν τὸν λόγον ὡς εὖ ἔχοντα, λύσασθαι τὴν ἑταίραν.