[4] Μυούμενός ποτε τὰ Ὀρφικά, τοῦ ἱερέως εἰπόντος ὅτι οἱ ταῦτα μυούμενοι πολλῶν ἐν ᾅδου ἀγαθῶν μετίσχουσι, "τί οὖν," ἔφη, "οὐκ ἀποθνήσκεις;" ὀνειδιζόμενός ποτε ὡς οὐκ εἴη ἐκ δύο ἐλευθέρων, "οὐδὲ γὰρ ἐκ δύο," ἔφη, "παλαιστικῶν, ἀλλὰ παλαιστικός εἰμι." ἐρωτώμενος διὰ τί ὀλίγους ἔχει μαθητάς, ἔφη, "ὅτι ἀργυρέᾳ αὐτοὺς ἐκβάλλω ῥάβδῳ." ἐρωτηθεὶς διὰ τί πικρῶς τοῖς μαθηταῖς ἐπιπλήττει, "καὶ οἱ ἰατροί," φησί, "τοῖς κάμνουσιν." ἰδών ποτε μοιχὸν φεύγοντα, "ὡς δυστυχής˙" εἶπε, "πηλίκον κίνδυνον ὀβολοῦ διαφυγεῖν ἐδύνασο." κρεῖττον ἔλεγε, καθά φησιν Ἑκάτων ἐν ταῖς Χρείαις (Gomoll 21), εἰς κόρακας ἢ εἰς κόλακας ἐμπεσεῖν˙ οἱ μὲν γὰρ νεκρούς, οἱ δὲ ζῶντας ἐσθίουσιν. [4] Μυούμενός ποτε τὰ Ὀρφικά, τοῦ ἱερέως εἰπόντος ὅτι οἱ ταῦτα μυούμενοι πολλῶν ἐν ᾅδου ἀγαθῶν μετίσχουσι, "τί οὖν," ἔφη, "οὐκ ἀποθνήσκεις;" ὀνειδιζόμενός ποτε ὡς οὐκ εἴη ἐκ δύο ἐλευθέρων, "οὐδὲ γὰρ ἐκ δύο," ἔφη, "παλαιστικῶν, ἀλλὰ παλαιστικός εἰμι." ἐρωτώμενος διὰ τί ὀλίγους ἔχει μαθητάς, ἔφη, "ὅτι ἀργυρέᾳ αὐτοὺς ἐκβάλλω ῥάβδῳ." ἐρωτηθεὶς διὰ τί πικρῶς τοῖς μαθηταῖς ἐπιπλήττει, "καὶ οἱ ἰατροί," φησί, "τοῖς κάμνουσιν." ἰδών ποτε μοιχὸν φεύγοντα, "ὡς δυστυχής," εἶπε, "πηλίκον κίνδυνον ὀβολοῦ διαφυγεῖν ἴσχυες." κρεῖττον ἔλεγε, καθά φησιν Ἑκάτων ἐν ταῖς Χρείαις (Gomoll 21), εἰς κόρακας ἢ εἰς κόλακας ἐμπεσεῖν˙ οἱ μὲν γὰρ νεκρούς, οἱ δὲ ζῶντας ἐσθίουσιν. [4] [3771] Μυούμενός ποτε τὰ Ὀρφικά, τοῦ ἱερέως εἰπόντος ὅτι οἱ ταῦτα μυούμενοι πολλῶν ἀγαθῶν ἐν ᾅδου μετίσχουσι, "Τί οὖν," ἔφη, "οὐκ ἀποθνῄσκεις;" Ὀνειδιζόμενός ποτε ὡς οὐκ εἴη ἐκ δύο ἐλευθέρων, "Οὐδὲ γὰρ ἐκ δύο," ἔφη, [3775] "παλαιστικῶν, ἀλλὰ παλαιστικός εἰμι." Ἐρωτώμενος διὰ τί ὀλίγους ἔχει μαθητάς, ἔφη˙ " Ὅτι ἀργυρέᾳ αὐτοὺς ἐκβάλλω ῥάβδῳ." Ἐρωτηθεὶς διὰ τί πικρῶς τοῖς μαθηταῖς ἐπιπλήττει, "Καὶ οἱ ἰατροί," φησί, "τοῖς κάμνουσιν." Ἰδών ποτε μοιχὸν φεύγοντα, " Ὡς δυστυχής˙" εἶπε, "πηλίκον [37710] κίνδυνον ὀβολοῦ διαφυγεῖν ἐδύνασο." Κρεῖττον ἔλεγε, καθά φησιν Ἑκάτων ἐν ταῖς Χρείαις (Gomoll 21), εἰς κόρακας ἢ εἰς κόλακας ἐμπεσεῖν˙ οἱ μὲν γὰρ νεκρούς, οἱ δὲ ζῶντας ἐσθίουσιν.