II S 6

II S 6 ATHEN. XI 509 B-C:
διὸ καὶ Ἔφιππος ὁ κωμῳδιοποιὸς ἐν Ναυάγῳ [fr. 14 C.A.F. II p. 257] Πλάτωνά τε αὐτὸν καὶ τῶν γνωρίμων τινὰς κεκωμῴδηκεν ὡς καὶ ἐπ' ἀργυρίῳ συκοφαντοῦντας, ἐμφαίνων ὅτι καὶ πολυτελῶς ἠσκοῦντο καὶ ὅτι τῆς εὐμορφίας τῶν καθ' ἡμᾶς ἀσελγῶν πλείονα πρόνοιαν ἐποιοῦντο˙ λέγει δ' οὕτως˙
ἔπειτ' ἀναστὰς εὔστοχος νεανίας
τῶν ἐξ Ἀκαδημίας τις ὑπὸ Πλάτωνα καὶ
Βρυσωνοθρασυμαχειοληψικερμάτων,
πληγεὶς ἀνάγκῃ ληψολιγομίσθῳ τέχνῃ
συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν.