I E 7

I E 7 MAXIM. TYR. philosoph. XIX:
Ἔτι περὶ ἔρωτος β´: (1) ἀναλαβόντες αὖθις αὗ τοὺς περὶ ἔρωτος λόγους, ὥσπερ ἀρχὴν μακρᾶς ὁδοῦ, μετ'ἀνάπαυλαν βαδίζωμεν ἐπὶ τέλος, ἡγεμόνας παρεκκαλέσαντες τῆς ὁδοῦ Ἑρμῆν τὸν Λόγιον, καὶ Πειθώ, καὶ Χάριτας, καὶ τὸν Ἔρωτα αὐτόν. οὐ γάρ τι σμικρὸν οὐδ'ὑπὲρ τῶν τυχόντων τὸ κινδύνευμα˙ παραθεῖ μὲν γὰρ τῇ λεωφόρῳ ποῦ περὶ ἔρωτος λόγου κρημνὸς βαθύς, καὶ χρὴ δυοῖν θἄτερον, ἢ καλῶς ἐρῶντας ἰέναι ἀσφαλῶς, ἢ ἐκτραπομένους τῆς ὁδοῦ κακῶς ἐρᾶν καὶ ἐνεχθῆναι κατὰ τοῦ κρημνοῦ. τοῦτο τοι δείσας καὶ Σωκράτης ἐκεῖνος, εὐρὼν τὸ πάθος ἐνακμάζον τῇ τε ἄλλῃ Ἑλλάδι, καὶ πολὺ μάλιστα ταῖς Ἀθήναις, καὶ μεστὰ πάντα ἀδίκων ἐραστῶν καὶ μειρακίων ἐξηπατημένων, οἰκτείρας τοῦ πάθους ἑκατέραν τὴν ἀγέλην, καὶ μήτε παῦσαι δυνάμενος τὴν ὕβριν νόμῳ (οὐ γὰρ ἦν Λυκοῦργος, οὐδὲ Σόλων, οὐδὲ Κλειδοσθένης, οὐδὲ τις ἄλλος, τῶν διὰ δύναμιν ἀρχικὴν πιστευομένων ἐν τοῖς Ἕλλησι), μήτε δι'ἐξουσίας βιάσασθαι πρὸς τὰ κρείττω (Ἡρακλέους γὰρ αὐτοῖς πρὸς τοῦτο ἔδει, ἢ Θησέως, ἤ τινος ἄλλου σωφρονιστοῦ ἰσχυροῦ), μήτε πεῖσαι λόγῳ (ἀπειθὲς γὰρ χρῆμα ἐπιθυμία προσλαβοῦσα οἶστρον, καὶ προσελθοῦσα ἐγγύτατα μανίᾳ)˙ οὕτω δὴ ὁ Σωκράτης τὸ μὲν ὑπεριδεῖν παντάπασιν τῶν νεανίσκων καὶ τῶν μειρακίων οὐκ ἠνέσχετο οὐδὲ πρὸς τὴν σωτηρίαν αὐτῶν ἐξέκαμεν, ἐξεῦρεν δὲ μηχανὴν ἑκουσίου ἀγωγῆς τοιανδέ τινα.
(2) φράσω δὲ αὐτὴν κατὰ τοὺς τοῦ Φρυγὸς λόγους μῦθον πλάττων. ποιμὴν ἀνὴρ καὶ μάγειρος ἐβάδιζον ἄμφω κοινὴν ὁδόν˙ ἰδόντες δὲ ἐκ ποίμνης ἄρνα εὐτραφῆ πλανώμενον, ἀπολειφθέντα τῶν συννόμων, ὤσαντο ἐπ'αὐτὸν ἄμφω˙ ἦν ἄρα τότε ὁμόφωνα καὶ τὰ θηρία τοῖς ἀνθρώποις˙ ἐρωτᾷ ὁ ἀμνός, τίς ὡς ἑκάτερος ἐθέλει αὐτὸν μεταχειρίσασθαι καὶ ἄγειν. ὡς δὲ ἐπύθετο τἀληθῆ αὐτά, τὴν ἀμφοῖν, τέχνην, φέρων ἑαυτὸν ἐπιτρέπει τῷ ποιμένι˙ "σὺ μὲν γὰρ δήμιός τις εἶ καὶ μιαιφόνος τῆς ἀρνῶν ποίμνης, τούτῳ δὲ ἐξαρκέσει, ἂν καλῶς τὰ ἡμέτερα ἔλθῃ". εἴκαζε, εἰ βούλει, κατὰ τὸν μῦθον, τοὺς μὲν ἐραστὰς ἐκείνους μαγείροις πολλοῖς, τὸν δὲ Σωκράτην ποιμένι ἑνί, τὰ δὲ μειράκια τὰ Ἀττικὰ θρέμμασιν πλανωμένοις, ὁμοφώνοις ἀληθῶς, οὐ κατὰ τὴν ἐν τοῖς μύθοις ἐξουσίαν. τί ἂν οὖν δράσαι ὁ ποιμὴν οὗτος ὁρῶν τοὺς δημίους τῆς τῶν μειρακίων ὥρας ἐφιεμένους καὶ δρόμῳ ἐπ'αὐτὴν ὠθουμένους; ἆρα ἀνέξεται καὶ τὴν ἡσυχίαν ἄγων στήσεται; οὕτω μὲν εἴη, ἂν μιαιφονώτερος αὐτῶν τῶν δημίων. οὐκοῦν θεύσεται, καὶ κοινωνήσει τοῦ δρόμου, καὶ διώξεται σὺν αὐτοῖς, οὐκ ἐπὶ τῇ ἴσῃ. καὶ τις ἰδὼν τῶν ἀπείρων τῆς τέχνης καὶ τῆς αἰτίας τοῦ δρόμου, αὐτὸ ἐκεῖνο οἰήσεται, ἐκ'ὀλέθρῳ καὶ τοῦτον θεῖν˙ ἐὰν δὲ ἀναμείνῃ τὸ τέλος, ἐπαινέσεται τὸν δρόμον, καὶ μιμήσεται τὴν σπουδήν, καὶ θαυμάσει τὸν θηρευτήν, καὶ μακαρίσει τὴν ἄγραν. διὰ τοῦτο καὶ ὁ Σωκράτης ἐρᾶν ἔλεγεν, καὶ πάντων ἐρᾶν˙ καὶ ἐκοινώνει τοῦ δρόμου, καὶ ἐδίωκεν τοὺς καλούς, καὶ τοὺς συνεραστὰς ἔφθανεν, καὶ τοὺς δημίους ὑπετέμνετο. καὶ γὰρ ἦν αὐτῶν καὶ πονεῖν ἱκανώτερος, καὶ ἐρᾶν δεινότερος, καὶ λαμβάνειν εὐστοχώτερος˙ καὶ πάνυ εἰκότως. τοῖς μὲν γὰρ ἄλλοις ὁ ἔρως ἦν ὄνομα ἐπιθυμίας ἐν ἡδοναῖς πλανώμενον˙ ἀρχὴ δὲ αὐτοῦ ἄνθος σώματος ἐρχόμενον εἰς ὀφθαλμούς, καὶ δι'αὐτῶν ἐπὶ τὴν ψυχὴν ῥέον˙ ὁδοὶ γὰρ κάλλους οἱ ὀφθαλμοί. τῷ δὲ Σωκράτει ὁ ἔρως ἦν κατὰ μὲν τὴν σπουδὴν τοῖς ἄλλοις ὅμοιος, κατὰ δὲ τὴν ἐπιθυμίαν διαφέρων, κατὰ δὲ τὴν ἡδονὴν σωφρονέστερος, κατὰ δὲ τὴν ἀρετὴν εὐστοχώτερος˙ ἀρχὴ δὲ αὐτοῦ ψυχῆς ἄνθος ἐν σώματι διαφαινόμενον˙ οἷον εἰ ξυνείης καὶ ποταμοῦ κάλλος λειμῶνι ἐπιρρέον, καλὰ μὲν τὰ ὑπ'αὐτῷ ἄνθη, λαμπρυνόμενα δὲ ὑπὸ τοῦ ὕδατος πρὸς τὴν ὄψιν˙ τοῦτο δύναται καὶ ψυχῆς ἄνθος ἐμπεφυτευμένον σώματι καλῷ, ἐκλαμπρύνεται ὑπ'αὐτοῦ, καὶ ἐκλάμπει, καὶ διαφαίνεται. καὶ ἔστιν σωμάτων ὥρα οὐδὲν ἄλλο, ἢ μελλούσης, ἀρετῆς ἄνθος, καὶ οἱονεὶ προοίμιον κάλλους ὡραιοτέρου. ὥσπερ γὰρ τοῦ ἡλίου προανίσχει τὶς αὐγὴ ὑπὲρ ἄκρων ὀρῶν, ἀγαπητὸν ὀφθαλμοῖς θέαμα διὰ τὴν προσδοκίαν τοῦ μέλλοντος, οὕτως καὶ τῆς λαμπρᾶς ψυχῆς προανίσχει τὶς ὥρα ὑπὲρ ἄκρων τῶν σωμάτων, ἀγαπητὸν φιλοσόφοις θέαμα διὰ τὴν προσδοκίαν τοῦ μέλλοντος.
(3) ἀλλὰ Θετταλὸς μὲν ἀγαπήσει πωλίον, καὶ Αἰγύπτιος πόρτιν, καὶ Σπαρτιάτης σκύλακα˙ φιλάνθρωπος δ'ἀνὴρ καὶ φιλοθρέμμων τοῦ ζῴου τούτου, οὐ κατὰ γεωργὸν Αἰγύπτιον, οὐδὲ κατὰ ἱππικὸν Θετταλόν, οὐδὲ κατὰ κυνηγέτην Λακωνικόν˙ τούτοις μὲν γὰρ ἡ θεραπεία 〈διὰ προσδοκίαν χρείας γίγνεται, καὶ τὴν ἐπιτηδειότητα〉 προμνᾶται τοῖς ζῴοις πονοῦσα˙ ὁ δὲ ἐραστὴς ὁ φιλάνθρωπος θεραπεύει τὰ παιδικὰ ἐπὶ κοινωνίᾳ τῆς ἀρετῆς, θεραπεύει δὲ ἐπιλεξάμενος τὰ ἐπιτηδειότατα, ἐπιτήδεια δὲ εἰς προσδοκίαν ἀρετῆς τὰ κάλλιστα. τὸ δὲ κάλλος, τὸ αὐτὸ ὄν, ἀλλοιότερον μὲν φαίνεται μοχθηροῖς ὀφθαλμοῖς, ἀλλοιότερον δὲ ἐρασταῖς νομίμοις˙ καὶ γὰρ τὸ ξίφος, τὸ αὐτὸ ὄν, ἀλλοιότερον μὲν φαίνεται τῷ ἀριστεῖ, ἀλλοιότερον δὲ τῷ δημίῳ˙ καὶ τὴν μὲν Πενελόπην ἀλλοίως μὲν Ὀδυσσεὺς ὁρᾷ, ἄλλως δὲ ὁ Εὐρύμαχος˙ καὶ τὸν ἥλιον ἄλλως μὲν ὁρᾷ Πυθαγόρας, ἄλλως δὲ Ἀναξαγόρας, Πυθαγόρας μὲν ὡς θεόν, Ἀναξαγόρας δὲ ὡς λίθον˙ καὶ τὴν ἀρετὴν ἄλλως μὲν διώκει Σωκράτης, ἄλλως δὲ Ἐπίκουρος, Σωκράτης μὲν ὡς εὐδαιμονίας ἐραστής, Ἐπίκουρος δὲ ἡδονῆς. οὕτω καὶ καλὸν σῶμα ἄλλως μὲν διώκει Σωκράτης, ἄλλως δὲ Κλεισθένης, Σωκράτης μὲν ὡς ἀρετῆς ἐραστής, Κλεισθένης δὲ ὡς ἡδονῆς.
(4) ὁπόταν τοίνυν ἀκούσῃς ἐρῶντα μὲν τὸν φιλόσοφον, ἐρῶντα δὲ καὶ τὸν μοχθηρὸν ἄνδρα, μὴ προσείπῃς τὸ γιγνόμενον ὀνόματι ἑνί. ὁ μὲν ἐφ'ἡδονὴν οἰστρεῖ, ὁ δὲ κάλλους ἐρᾷ˙ ὁ μὲν ἄκων νοσεῖ, ὁ δὲ ἑκὼν ἐρᾷ˙ ὁ μὲν ἐπ'ἀγαθῷ ἐρᾷ τοῦ ἐρωμένου, ὁ δὲ ἐπ'ὀλέθρῳ ἀμφοῖν. ἐκείνου τοῦ ἔρωτος ἀρετὴ ἔργον, τοῦδε τοῦ ἔρωτος ἔργον ὕβρις˙ ἐκείνου τοῦ ἔρωτος φιλία τέλος, τούτου τοῦ ἔρωτος ἔχθρα τέλος˙ ἄμισθος ὁ ἔρως ἐκεῖνος, μισθοφόρος ὁ ἔρως οὗτος˙ ἐκεῖνος ὁ ἔρως ἐπαινετός, ἐπονείδιστος οὗτος˙ ἐκεῖνος Ἑλληνικός, βαρβαρικὸς οὗτος˙ ἐκεῖνος ἄρρην, ἁπαλὸς οὗτος˙ ἐκεῖνος ἑστώς, πτηνὸς οὗτος, ἀβέβαιος. ἐκεῖνον τὸν ἔρωτα ἐρῶν ἀνὴρ φίλος θεῷ, φίλος νόμῳ, μεστὸς αἰδοῦς, μεστὸς παρρησίας˙ ἐκεῖνος καὶ μεθ'ἡμέραν τὸν ἐρώμενον περιέπει καὶ ἀγάλλεται τῷ ἔρωτι, καὶ ἐν γυμνασίῳ συμπλέκεται, καὶ ἐν δρόμῳ συνθεῖ, καὶ ἐν θήρᾳ συγκυνηγετεῖ, καὶ ἐν πολέμῳ συναριστεύει, καὶ ἐν εὐτυχίαις συνεντυχεῖ, καὶ ἀποθανόντος συναποθνήσκει˙ καὶ οὐδὲν αὐτῷ δεῖ πρὸς τὴν συνουσίαν οὐ νυκτός, οὐκ ἐρημίας. ὁ δὲ ἕτερος ἐραστὴς θεοῖς μὲν ἐχθρός, πλημμελὴς γάρ˙ ἐχθρός δὲ καὶ νόμῳ, παράνομος γάρ˙ ἀθαρσής, δύσελπις, αἰδοῦς ἄπορος, ἐρημίας φίλος καὶ νυκτὶ καὶ φωλεοῖς˙ μηδαμοῦ ἂν ἐθέλων ὀφθῆναι συνδιημερεύων τοῖς παιδικοῖς, φεύγων ἥλιον, διώκων νύκτα καὶ [Γ 9-10]
ὁμίχλην
ποιμέσιν οὔ τι φίλην, κλέπτη δὲ
ἀγαθήν. ὁ μὲν ποιμένι ἔοικεν, ὁ δὲ κλέπτῃ ἔοικεν, καὶ λανθάνειν εὔχεται˙ οἶδεν γὰρ τὸ κακὸν ὃ δρᾷ, ἀλλὰ εἰδὼς ὑφ'ἡδονῆς ἕλκεται. καὶ γὰρ ἐν τοῖς εὐκάρποις φυτοῖς ὁ μὲν γεωργὸς τημελῶς πρόσεισιν, ὁ δὲ κλέπτης ἐμπεσὼν δρέπει καὶ λυμαίνεται καὶ σπαράττει.
(5) καλὸν σῶμα ὁρᾷς ἀνθοῦν καὶ ἔγκαρπον˙ μὴ χράνῃς, μὴ μιάνῃς, μὴ προσάψῃ τοῦ ἄνθους˙ ἐπαίνεσον, ὡς ὁδοιπόρος φυτὸν ποτε [ζ 162-3]˙
τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
φοίνικος νέον ἔρνος ἀνερχόμενον
εἰσενόησα˙ φεῖσαι τοῦ φυτοῦ τοῦ Ἀπόλλωνος καὶ τοῦ Διός, ἀνάμεινον τοὺς καρπούς, καὶ ἐρασθήσῃ δικαιότερον. οὐ χαλεπὸν τὸ ἔργον˙ οὐ γὰρ Σωκράτους μόνον˙ οὐδὲ φιλοσόφου μόνον. ἤδη καὶ Σπαρτιάτης ἀνὴρ οὐκ ἐν Λυκίῳ τραφείς, οὐδὲ ἐν Ἀκαδημίᾳ γυμνασάμενος, οὐδὲ ἐν φιλοσοφίᾳ πεπαιδευμένος, ἐντυχὼν μειρακίῳ βαρβαρικῷ μέν, ἀλλ'ἄκρως καλῶ καὶ ἀνθοῦντι ἄρτι, ἠράσθη μὲν αὐτοῦ˙ πῶς δ'οὐκ ἔμελλεν; ἀλλ'οὐ περαιτέρω τῶν ὀφθαλμῶν. ἐπαινῶ τῆς ἀριστείας τὸν Ἀγησίλαον μᾶλλον, ἢ τὸν Λεωνίδην μαχίμων˙ ἀμαχώτερος γὰρ ὁ ἔρως ἦν τοῦ βαρβάρου˙ καὶ τὰ τοῦ ἔρωτος βλήματα τιτρώσκει μᾶλλον ἢ τὰ Καδούσια ἢ τὰ Μηδικά. τοιγαροῦν ὁ Ξέρξης μὲν ἐπέβη Λεωνίδου κειμένου, καὶ παρῆλθεν ἔσω Πυλῶν˙ Ἀγησιλάῳ δὲ μέχρι τῶν ὀφθαλμῶν προσελθῶν ὁ ἔρως, ἐνταῦθα ἔστη ἐπὶ θύραις τῆς ψυχῆς˙ μεῖζον τὸ ἔργον˙ δίδωμι τὰ ἀριστεῖα. ταῦτα δρῶντα ἐπαινῶ τὸν Ἀγησίλαον μᾶλλον, ἢ Τισσαφέρνην διώκοντα, ἢ Θηβαίων κρατοῦντα, ἢ τὰς μάστιγας καρτεροῦντα˙ ἐκεῖνα μὲν γὰρ ἦν τῆς τῶν σωμάτων τροφῆς καὶ παιδαγωγίας˙ ταῦτα δὲ ἔργα ψυχῆς τῷ ὄντι ἠσκημένης καὶ μεμαστιγωμένης.