I H 7

SUID. s.v. Σωκράτης:
φιλοσόφους δὲ εἰργάσατο [scil. Socrates] Πλάτωνα, [ . . . . .] καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν˙ Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ' αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος˙ ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν˙ Ἀντισθένην ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν˙ Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ' αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική˙ Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίου Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην˙ ὃς τὴν ἐριστικὴν διαλεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι' αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα˙ [ . . . . . . .] τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ' Εὐκλείδου ἀκροατὴν γράφουσι˙ τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ' οὗπερ οἱ Πυρρώνειοι προσαγορευόμενοι˙ Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους˙ ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν˙ ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη.