II C 7

II C 7 STOB. IV 20, 31:
Χρυσίππου [fr. 720 S.V.F. III p. 181]˙ εἰπόντος τινός "οὐκ ἐρασθήσεται ὁ σοφός˙ μαρτυρεῖ γοῦν Μενέδημος [cf. III F 7], Ἐπίκουρος [fr. 574 Usener p. 332], Ἀλεξῖνος", "ταύτῃ" ἔφη "χρήσομαι ἀποδείξει˙ εἰ γὰρ Ἀλεξῖνος ὁ ἀνάγωγος καὶ Ἐπίκουρος ὁ ἀναίσθητος καὶ Μενέδημος 〈ὁ λῆρος〉 οὔ φασιν, ἐρασθήσεται ἄρα."