IV A 8

IV A 8 THEMIST. orat. XXIII p. 293 C:
ποῖον οὖν ἐγὼ σιτοφυλάκιον ἐκκενῶ τοῖς ὁμιληταῖς τοῖς ἐμοῖς; ποίους δὲ πυροὺς ἐπιχέω, καθάπερ τοῖς νεωνήτοις τὰ καταχύσματα; καὶ Ἀρίστιππον μὲν τὸν Κυρηναῖον καὶ ταῦτα δεκαπλάσιοι ὄντες οἱ Διονυσίου πυροὶ οὐκ ἐποίησαν σοφιστήν.