I H 8

[GALEN.] hist. philos. 3 [Dox. gr. p. 599, 7-11]
οὗπερ [scil. Archelai] Σωκράτης ἀκροατὴς καταστὰς πολλοῖς καὶ τῶν ὕστερον γεγονότων καὶ τῶν κατ' αὐτὸν αἴτιος τοῦ φιλοσοφεῖν εἱλικρινῶς γέγονε καὶ τοὺς ἐπιγενομένους σχεδὸν ἅπαντας ὡς εἰπεῖν φιλοσοφίας ἐπιθυμητὰς ἀπέφηνε. τῶν δὲ Σωκρατικῶν πολλῶν γεγονότων ἀναγκαῖόν ἐστι νῦν μόνον ποιήσασθαι μνήμην τῶν διαδοχὴν καταλελοιπότων. Πλάτων τοίνυν [. . . .]. p. 600,4-8: ἡγοῦμαι δὲ τῶν Σωκρατικῶν Ἀντισθένην πάνυ πολλῶν γενομένων οὐδενὸς ἥσσονα εἶναι [καταδεέστερος δέ], ὃς τὴν Κυνικὴν εἰς τὸν βίον παρήγαγεν. οὗ Διογένης γέγονε ζηλωτὴς προσομοιωθεὶς κατὰ τὰ ἐπιτηδεύματα. τούτου δὲ Ζήνων ὁ Κιτιεὺς ἀκήκοεν [. . . .]. p. 600,11-18: Ἀρίστιππος δὲ Κυρηναῖος ὢν τῆς Σωκρατικῆς ἀκροάσεως μετέσχεν, ἀφ' οὗ τὴν Κυρηναϊκὴν φιλοσοφίαν ἔγνωμεν. ἀλλ' οὐδὲ τῶν Μεγαρικῶν Εὐκλείδην δίκαιον παριδεῖν, ὃς τῶν Σωκρατικῶν οὐδενὸς δεύτερος τὴν διάνοιαν γέγονεν, ἢ Στίλπωνα τὸν Μεγαρικὸν τὸν τῶν αὐτῶν δογμάτων εὑρετὴν ὑποληφθέντα. τοῦτον δὲ Μενέδημος ὁ Ἐρετριεὺς διεδέδεκτο, ἀφ' οὗ Ἐρετρικὴ 〈ἡ〉 φιλοσοφία ἐπικέκληται. Φαίδωνα 〈δὲ〉 τὸν Ἠλεῖον οὐδεὶς ἠγνόησε τῶν Σωκρατικῶν εἰς πρῶτα ἥκειν ὑπειλημμένον *** ibid. 4 [Dox. gr. pp. 601,20-602,11]: ὡρίσθη δὲ τῶν φιλοσοφιῶν [. . . . .] ἡ δὲ δι' ἔνστασιν ὡς ἡ Κυνική [διαλεκτική] [. . . . .] ἡ δὲ ἐξ ἀνδρὸς καὶ πόλεως καὶ δόγματος ὡς ἡ κατὰ Ἀρίστιππον Ἀριστιππικὴ μὲν ἀπὸ τοῦ εὑρηκότος, Κυρηναϊκὴ δὲ ἀπὸ τῆς πόλεως, ἧς ἐκεῖνος μετεῖχεν, ἡδονικὴ δὲ ἀπὸ τοῦ τέλους τῆς κατ'αὐτὸν φιλοσοφίας˙ τὸν γὰρ Ἀρίστιππον τῇ ἡδονῇ προσκεκλίσθαι μᾶλλον.