V B 8

V B 8 IULIAN. orator. IX 8 p. 187 B-188 C [VI]:
ἡγεμόνα μὲν οὐ ῥᾴδιον εὑρεῖν, ἐφ' ὃν ἀνενέγκαι χρὴ πρῶτον αὐτὸ [scil. cynicam philosophiam], εἰ καί τινες ὑπολαμβάνουσιν Ἀντισθένει τοῦτο καὶ Διογένει προσήκειν. [4] τοῦτο γοῦν ἔοικεν Οἰνόμαος οὐκ ἀτόπως λέγειν "ὁ κυνισμὸς οὔτε [5] ἀντισθενισμός ἐστι οὔτε διογενισμός." λέγουσι μὲν γὰρ οἱ γενναιότεροι τῶν κυνῶν ὅτι καὶ ὁ μέγας Ἡρακλῆς, ὥσπερ οὖν τῶν ἄλλων ἀγαθῶν ἡμῖν αἴτιος κατέστη, οὕτω δὲ καὶ τούτου τοῦ βίου παράδειγμα τὸ μέγιστον κατέλιπεν ἀνθρώποις. ἐγὼ δὲ ὑπὲρ τῶν θεῶν καὶ τῶν εἰς θείαν λῆξιν πορευθέντων εὐφημεῖν ἐθέλων πείθομαι μὲν καὶ πρὸ τούτου τινὰς οὐκ ἐν Ἕλλησι μόνον, ἀλλὰ καὶ Βαρβάροις <οὕτω φιλοσοφῆσαι>˙ αὕτη γὰρ ἡ φιλοσοφία κοινή πως ἔοικεν εἶναι καὶ φυσικωτάτη καὶ δεῖσθαι οὐθ' ἡστινοσοῦν πραγματείας˙ [. . . . .] (188) ἀλλὰ ἀπόχρη μόνον δύο ταῦτα τοῦ [13] Πυθίου παραινοῦντος ἀκοῦσαι, τὸ "Γνῶθι σαυτὸν" καὶ "Παραχάραξον τὸ νόμισμα". πέφηνε γοῦν ἡμῖν ἀρχηγὸς τῆς φιλοσοφίας ὅσπερ, οἶμαι, τοῖς Ἕλλησι κατέστη τῶν καλῶν ἁπάντων αἴτιος, ὁ τῆς Ἑλλάδος κοινὸς ἡγεμὼν καὶ νομοθέτης καὶ βασιλεύς, ὁ ἐν Δελφοῖς θεός, ὃν ἐπειδὴ μὴ θέμις ἦν τι διαλαθεῖν, οὐδὲ ἡ Διογένους ἐπιτηδειότης ἔλαθε. Προύτρεψε δὲ αὐτὸν οὐχ ὥσπερ τοὺς ἄλλους ἔπεισεν ἐντείνων τὴν παραίνεσιν, ἀλλ' ἔργῳ διδάσκων ὅτι βούλεται συμβολικῶς διὰ δυοῖν ὀνομάτοιν, "Παραχάραξον", εἰπών, "τὸ νόμισμα". τὸ γὰρ "Γνῶθι σαυτὸν" οὐκ ἐκείνῳ πρῶτον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἔφη καὶ λέγει, πρόκειται γὰρ οἶμαι τοῦ τεμένους. εὑρήκαμεν δὴ τὸν ἀρχηγέτην τῆς φιλοσοφίας, ὥς που ὁ δαιμόνιός φησιν Ἰάμβλιχος, ἀλλὰ καὶ τοὺς κορυφαίους ἐν αὐτῇ, Ἀντισθένη καὶ Διογένη καὶ Κράτητα, οἷς τοῦ βίου σκοπὸς ἦν καὶ τέλος αὑτοὺς οἶμαι γνῶναι καὶ τῶν κενῶν ὑπεριδεῖν δοξῶν, ἀληθείας δέ, ἣ "πάντων <μὲν> ἀγαθῶν θεοῖς, πάντων δὲ ἀνθρώποις ἡγεῖται", ὅλῃ, φασίν, ἐπιδράξασθαι τῇ διανοίᾳ.