I E 9

I E 9 MAXIM. TYR. philosoph. XXI:
Ἔτι περὶ ἔρωτος δ´:
(1) οὐκ ἔστ'ἔτυμος λόγος,
λέγει που τῶν αὐτοῦ ᾀσμάτων ὁ Ἱμεραῖος ποιητής, ἐξομνύμενος τὴν ἔμπροσθεν ᾠδήν, ἐν ᾗ περὶ τῆς Ἑλένης εἰπεῖν φησὶν οὐκ ἀληθεῖς λόγους˙ ἀναμάχεται οὖν ἐπαίνῳ τὸν ἔμπροσθεν ψόγον. δοκῶ δή μοι, κατὰ τὸν ποιητὴν ἐκεῖνον, δεήσεσθαι καὶ αὐτὸς παλινῳδίας ἐν τοῖς περὶ τοῦ ἔρωτος λόγοις˙ θεὸς γὰρ καὶ οὗτος, καὶ οὐχ ἧττον τῆς Ἑλένης ἐπιτιθέναι δίχην τοῖς πλημμελοῦσιν εἰς αὐτὸν ἐρρωμενέστατος. τί δὴ οὖν ἐστιν τὸ πλημμέλημα, ὅπερ καὶ ἀναμαχέσασθαι λίαν φημὶ ἡμᾶς δεῖν; ὂν καὶ μέγα καὶ δεόμενον γενναίου ποιητοῦ καὶ τελέστου, εἰ μέλλοι τὶς ἱκανῶς ἐξευμενιεῖσθαι ἀδέκαστον δαίμονα, οὐ τρίποδας ἑπτὰ δούς, οὐδὲ χρυσοῦ τάλαντα δέκα, οὐδὲ γυναῖκας Λεσβιάδας, οὐδὲ ἵππους Τρωϊκούς, ἀλλὰ λόγον λόγῳ, πονηρῷ χρηστόν, καὶ ψευδῆ ἀληθεῖ ἐξαλείψας.
(2) τοιαύτην φασὶ καὶ τὸν Ἀνακρέοντα ἐκεῖνον τὸν Τήϊον ποιητὴν δοῦναι δίκην τῷ ἔρωτι. ἐν τῇ τῶν Ἰώνων ἀγορᾷ, ἐν Πανιωνίῳ, ἐκόμιζεν τιτθὴ βρέφος˙ ὁ δὲ Ἀνακρέων βαδίζων, μεθύων, ἰάχων, ἐστεφανωμένος, σφαλλόμενος, ὠθεῖ τὴν τιτθὴν σὺν τῷ βρέφει, καί τι καὶ εἰς τὸ παιδίον ἀπέρριψεν βλάσφημον ἔπος˙ ἡ δὲ γυνὴ ἄλλο μὲν οὐδὲν ἐχαλέπηνεν τῷ Ἀνακρέοντι, ἐπεύξατο δὲ τὸν αὐτὸν τοῦτον ὑβριστὴν ἄνθρωπον τοσαῦτα καὶ ἔτι πλείω ἐπαινέσαι ποτὲ τὸ παιδίον, ὅσα νῦν ἐπηράσατο. τελεῖ ταῦτα ὁ θεός˙ τὸ γὰρ παιδίον ἐκεῖνο δὴ αὐξηθὲν γίγνεται Κλεόβουλος ὁ ὡραιότατος, καὶ ἀντὶ μικρᾶς ἀρᾶς ἔδωκεν ὁ Ἀνακρέων Κλεοβούλῳ δίκην δι'ἐπαίνων πολλῶν.
(3) τί κωλύεeι, 〈εἰ〉 δεῖ καὶ ἡμᾶς ἀναμαχέσασθαι τήμερον, κατὰ τὸν Ἀνακρέοντα ἐκεῖνον δοῦναι δίκην τῷ ἔρωτι αὐτοὺς ἑκόντας γλώττης ἀδίκου; τὸ φάναι, ὅτι ὁ ἔρως ἐπὶ μοιχείαν ἀνάπτει, ὥσπερ τὸν Ἀλέξανδρον, ἢ ἐπὶ παρανομίαν, ὡς τὸν Ξέρξην, ἢ ἐπὶ ὕβριν, ὡς Κριτόβουλον, καὶ ἀνατιθέναι θεῷ πρᾶγμα ἄθεον, πῶς οὐ πλημμελές; οὑτωσί δὲ αὐτὸ θεασώμεθα. ὁ ἔρως ἄλλού του ἔρως, ἢ κάλλους ἐστίν; οὐδαμῶς. σχολῇ γὰρ ἂν εἴη ἔρως, εἰ μὴ κάλλους εἴη. ὁπόταν λέγωμεν ἐρᾶν χρημάτων Δαρεῖον, ἢ Ξέρξην τῆς Ἑλλήνων γῆς, ἢ Κλέαρχον πολέμου, ἢ Ἀγησίλαον τιμῆς, ἢ Κριτίαν τυραννίδος, ἢ Ἀλκιβιάδην Σικελίας, καὶ Γύλιππον χρυσίου, ἆρα κάλλος τὶ ὁρῶντες ἐμφαινόμενον, τὴν πρὸς αὐτὸ ἐπαγωγὴν ἔρωτα ἐπονομάζοντες, ἕκαστον τούτων ἐρᾶν φαμέν, τὸν μὲν τοῦδε, τὸν δὲ τοῦδε, ἄλλον ἄλλου; πολλοῦ γε καὶ δεῖ. ἦ γὰρ ἂν τὰ αἴσχιστα τῶν ἐν ἀνθρώποις πραγμάτων τῷ μὴ προσήκοντι ὀνόματι ἐπικοσμοῦντες πλημμελοῖμεν ἂν εἰς τὸ ἀληθὲς αὐτό. ποῦ γὰρ ἢ ἐν χρήμασιν κάλλος, τῷ πάντων πραγμάτων 'καλλίστῳ'; ἢ ἐν πολέμῳ, τῷ πάντων ἀβεβαιοτάτῳ; ἢ ἐν τυραννίδι, τῷ πάντων ἀγριωτάτῳ; ἢ ἐν χρυσῷ, τῷ πάντων γαυροτάτῳ; Σικελίαν δὲ εἴ μοι λέγοις, ἢ τὴν Ἑλλήνων γῆν, ἐλπίδας λέγεις ἡδονῶν, κάλλος δὲ οὐδαμοῦ˙ εἰ δέ μοι, νὴ Δία, τὴν Αἰγυπτίων γῆν λέγοις τὴν τὰς πυραμίδας ἔχουσαν τὰς μεγάλας, καὶ τὸν πολὺν ποταμόν, 〈οὐδὲ ταύτην λέγεις ἔχουσαν τὸ καλόν〉, οὐδὲ Βαβυλῶνα αὐτὴν τὴν εὐτειχοτάτην, οὐδὲ Μηδίαν τὴν εὐιπποτάτην, οὐδὲ τὴν Φρυγῶν γῆν τὴν εὐβοτωτάτην, οὐδὲ Σάρδεις τὰς εὐχρυσοτάτας. ἕκαστον γὰρ τούτων τοσούτου δεῖ εἶναι καλόν, ὅσουπερ καὶ ἡδύ˙ μᾶλλον μὲν ἡδὺ τῷ δυναμένῳ πορίσασθαι ἐξ αὐτοῦ ἡδονήν, ἢ καλὸν τῷ μὴ δυναμένῳ ἐξ αὐτοῦ ὄνασθαι˙ οὐδὲν γὰρ καλὸν ἐπιβλαβές, οὐδὲ [εἰς] σφαλερόν, οὐδὲ εἰς μοχθηρίαν συντελοῦν, οὐδὲ εἰς δυστυχίαν ἄγον, οὐδὲ εἰς συμφορὰν χειραγωγοῦν, οὐδὲ εἰς μετάγνωσιν τελευτῶν.
(4) εἶεν. ὁ ἔρως ἡμῖν κάλλους ἦν ἔρως˙ ὁ δὲ ἐρῶν ἄλλού του, καὶ μὴ κάλλους, ἡδονῆς ἐρᾷ. ἀφαιρῶμεν δέ, εἰ βούλει, τοὔνομα, καὶ ἐπιθυμεῖν λέγωμεν τοῦτον, ἀλλ'οὐκ ἐρᾶν, ἵνα μὴ τῇ περὶ τὴν φωνὴν παρανομίᾳ πρᾶγμα ὑπαλλάξαντες λάθωμεν, ἀλλ'οὐ τοὔνομα μόνον. ἔστω τοίνυν ἔρως μὲν κάλλους, ἐπιθυμία δὲ ἡδονῆς. ὁ τοίνυν κάλλους ἐρῶν ἆρα οὐκ ἐπιθυμεῖ αὐτοῦ; καὶ μάλα. σχολῇ γὰρ ἂν εἴη τι ἄλλο ὁ ἔρως, εἰ μὴ ὄρεξίς τις. παραιτοῦμαι δὲ τοὺς σοφοὺς τῆς τῶν ὀνομάτων θήρας, εἰ τὸ αὐτὸ νῦν μὲν ὄρεξιν, νῦν δὲ ἐπιθυμίαν καλῶ˙ ἐγὼ γάρ τοι τά τε ἄλλα, καὶ ἐν τῇ τῶν ὀνομάτων ἐλευθερίᾳ πείθομαι Πλάτωνι. ἔστω δέ, εἰ βούλονται, ὄρεξις, καὶ μὴ ἐπιθυμία ὁ ἔρως. διῃρήσθω δὲ τῇδε˙ ἐὰν μὲν ἐπὶ τὸ καλὸν φαινόμενον ἡ ψυχὴ ἄξῃ, ἔρως καλείσθω τοῦτο, οὐκ ἐπιθυμία˙ ἐὰν δὲ μή, ἐπιθυμία καλείσθω τοῦτο, οὐκ ἔρως. τί οὖν, εἰ ἀκόλαστος ὁ σοφιστὴς, τῇ τοῦ φαινομένου προσθήκῃ χρώμενος, τὸ ἡδύ τοῦτο φῇ φαντάζεσθαι αὐτῷ καλὸν ἐρᾶν; καὶ τούτῳ συγχωρήσομεν; καὶ πάλιν αὖ, εἴ τις ἀποβλέψας εἰς τοὺς τῷ ὄντι ἐραστὰς τοὺς πρὸς τὸ καλὸν ὡρμημένους, καὶ θεασάμενος τὸ ἐν τῇ ὀρέξει τοῦ κάλλους ἡδύ, διὰ τὴν ἐπιμιξίαν τῆς ἡδονῆς ἐπιθυμεῖν καὶ τούτους φῇ, ἀλλ'οὐκ ἐρᾶν˙ πῇ ἂν ταῦτα ἡμῖν διακριθείη; εἰ γὰρ τά τε ἡδέα φαντάζεται καλά, τά τε καλὰ ἀνακέκραται ἡδοναῖς, κίνδυνος οὕτω καὶ τὴν ἐπιθυμίαν τῷ ἔρωτι ἐπιμιχθῆναι. βούλει τοίνυν τοῦ μὲν καλοῦ ἀφαιροῦμεν τὸ φαινόμενον, ἵνα μήποτε λάθῃ σχηματισαμένη πρὸς αὐτὸ ἡ ἡδονή˙ τῆς δὲ ἡδονῆς οὐκ ἔτι; τὸ μὲν γὰρ καλόν, τίμιον ὄν, κατὰ τὴν αὑτοῦ φύσιν εἶναι δεῖ καλόν, ἵνα καὶ ἐράσμιον ᾗ˙ τῇ δὲ ἡδονῇ ἀπόχρη φαίνεσθαι, καὶ μὴ οὔσῃ˙ τῇ γὰρ τοῦ πεπονθότος εὐφροσύνῃ λαμβάνουσα τὴν σύστασιν, οὐ τῇ αὑτῆς φύσει, ἱκανῶς ἕξει, ἐὰν τὸ δοκεῖν ὑπάρχῃ, αὐτῇ καὶ μὴ οὔσῃ.
(5) οἷον τὸ τοιόνδε λέγω (αἴσθομαι γάρ τοι ἐμαυτοῦ γλίσχρως τὸ πρᾶγμα διελομένου, καὶ δεομένου εἰκόνος). σῶμά που τραφῆναι ἀδύνατον, ὅτι μὴ σιτίων προσφορᾷ, καὶ ἐργασίᾳ ὀδόντων, καὶ σπλάγχνων ὑποδοχῇ, καὶ τῇ ἔνδον οἰκονομίᾳ, προσγινομένης αὐτῷ τῆς ὑποτροφῆς. ἦσαν δέ που κατὰ τὸν ἐπὶ Κρόνου, φασίν, βίον αἱ τροφαὶ τοῖς ἀνθρώποις φηγοὶ καὶ ὄγχναι˙ καὶ διὰ τοῦτο ἐπεφημίσθη φέρειν ἡ γῆ τοὺς καρποὺς αὐτομάτους, ὅτι αὐτοῖς οὐδὲν ἔδει γεωπονίας, ἐξ αὐτοφυοῦς τροφῆς βιοτεύουσιν. ἐὰν τοίνυν προσθῇς ὀψοποιόν, καὶ ἡδύσματα, καὶ τροφὴν ποικίλην, ἄλλῳ ἄλλην, καρυκείαν Σικελικήν, καὶ Συβαριτικὴν χλιδήν, καὶ Περσικὴν τρυφήν, πάντα ταῦτα ἐρεῖς ἡδονῆς ὄνομα˙ καὶ κοινὸν μὲν πᾶσι τὴν τροφὴν ἐρεῖς, ἴδιον δὲ ἑκάστῳ τὴν ἡδονήν, καὶ κατὰ φύσιν μὲν τὴν τροφήν, κατὰ τέχνην δὲ τὴν ἡδονήν. κἂν μεταθῇς τραπέζας, τὴν Σικελικὴν τοῖς Πέρσαις, καὶ τὴν Περσικὴν Σικελιώταις, τροφὴ μὲν ὁμοίως ἑκατέροις ἑκάτερα, τὸ δὲ τῆς ἡδονῆς ὑπαλλαχθέν, δι'ἀήθειαν εἰς λύπην μετέβαλλεν. γίγνεται τοίνυν ἡ μὲν τροφὴ κατὰ τὴν οὐσίαν τοῦ τρέφειν δυναμένου, ἡ δὲ ἡδονὴ κατὰ τὸ πάθος τοῦ ἤδεσθαι εἰθισμένου.
(6) τὸ δὲ ἔθος ἄλλο ἄλλῳ. αὐτίκα Ἕλληνες μέν, καὶ Πέρσαι, καὶ Λυδοί, καὶ Φοίνικες, καὶ εἴ τι δὴ ἄλλο γένος, φυτευσάμενοι ἀμπέλους, πονηθέντες περὶ αὐτάς, ἐξελόμενοι τὸν βότρυν, εὐτρεπίσαντες τὸν οἶνον, παρεσκευάσαντο ποτόν, κατὰ μὲν τὴν χρείαν οὐκ ἀναγκαῖον, κατὰ δὲ τὴν ἡδονὴν ἀκμαιότατον. Σκυθῶν δὲ οἱ μὲν πολλοὶ γάλακτι βιοτεύουσιν, ὅσα οἱ ἄλλοι ἐπὶ οἴνω˙ τοῖς δὲ αἱ μέλιτται καθηδύνουσι τὸ πόμα, ἐπὶ πετρῶν καὶ δρυῶν διαπλάττουσαι τοὺς σίμβλους˙ εἰσὶν δέ, οἳ τῇ παρὰ τῶν νυμφῶν ὀχετείᾳ καὶ ἐπιρροῇ οὐδὲν λυμαίνονται, ἀλλ'αὐτοφυεῖ προσχρῶνται ποτῷ ὕδατι˙ ἓν δέ τι, οἶμαι, Σκυθῶν γένος πίνουσιν μὲν ὕδωρ, ἐπειδὰν δὲ αὐτοῖς δέῃ τῆς κατὰ μέθην ἡδονῆς, νήσαντες πυράν, θυμιῶντες εὐώδεις βοτάνας, περικαθίσαντες ἐν κύκλῳ τῇ πυρᾷ, ὡς περὶ κρατῆρα, εὐωχοῦνται τῆς ὀδμῆς, καθάπερ οἱ ἄλλοι τοῦ ποτοῦ, καὶ μεθύσκονταί γε ὑπ'αὐτῆς, καὶ ἀναπηδῶσιν, καὶ ᾄδουσιν, καὶ ὀρχοῦνται.
(7) τί δή μοι βούλεται ἡ περίοδος τοῦ λόγου; ἐνδείξασθαι ὑμῖν διάκρισιν καλοῦ καὶ ἡδονῆς. τίθει γάρ μοι, κατὰ δὲ τὸ ἀναγκαῖον καὶ τὸ αὐτοφυὲς τῆς τροφῆς καὶ τοῦ ποτοῦ, τὸ καλὸν αὐτό, ὅπερ εἶναι δεῖ καὶ μὴ δοκεῖν μόνον˙ κατὰ δὲ τὸ ποικίλον καὶ ἐπίκτητον τῶν ἄλλων ἄλλους ἄλλως εὐφραινόντων, τὴν ἡδονήν˙ δοκεῖν γὰρ εἶναι δεῖ ταύτην μόνην. οὕτω δὴ τούτων ἐχόντων, γίγνεται ὁ μὲν ἔρως λόγος, καὶ ἀρετή, καὶ τέχνη˙ λόγος μὲν ὁ κατὰ τὴν ἀλήθειαν, ἀρετὴ δὲ κατὰ τὴν διάθεσιν, τέχνη δὲ κατὰ τὴν εὐστοχίαν τοῦ καλοῦ˙ ἐπιθυμίαι δὲ ἡδονῶν, ἄλογοι ἀλόγων. ἐπεὶ τοίνυν τὸ καλὸν εἶναι δεῖ καλόν, ἵν'ἔρωτα ποιῇ, ποῖόν τι εἶναι αὐτὸ φῶμεν, καὶ πῶς ποιοῦν; βούλει σοι λέγω κατὰ τὴν Σωκράτους μαντείαν; ὡς τὸ καλὸν αὐτὸ ἄρρητον ὂν καὶ ὀφθαλμῶν κρεῖττον ἡ ψυχὴ τεθεαμένη πάλαι, καὶ ὀνειρώττουσα αὐτοῦ τὴν μνήμην, ἐν τῇ δεῦρο συνουσίᾳ οὐ πάντῃ ἐναργῶς ὁρᾷ, ἅτε ἀπολελειμμένη αὐτοῦ καὶ τῷ χωρίῳ καὶ τῇ τύχῃ, καὶ ἀπεξενωμένη ἐκείνων τῶν θεαμάτων εἰς τὸν ἐν γῇ τόπον, καὶ περιβεβλημένη πολλὴν καὶ παντοδαπὴν ἰλύν, ὑφ'ἧς ταράττεται, συνδεδεμένη ἀσαφεῖ βίῳ καὶ συγκεχυμένω, καὶ μεστῷ ταράχου καὶ πλημμελίας πολλῆς˙ ἡ δέ γε τοῦ καλοῦ φύσις ἀρξαμένη ἐκεῖθεν κάτεισιν δεῦρο πρόσω ἰοῦσα ἠρέμα, καὶ ἀμβλυνομένη μᾶλλον, καὶ ἀπολείπουσα τὴν ἀρχαίαν ἀκμήν.
(8) καθάπερ τῶν ποταμῶν οἱ γενναιότατοι ἐξιόντες ἐπὶ τὴν θάλατταν κατὰ μὲν τὴν πρώτην ἐκβολὴν σώζουσιν τὸ ῥεῦμα ἀμιγὲς ἄλλῃ φύσει πικροτέρᾳ, καὶ τοῖς ναύταις θαλαττίοις προσπλεύσασιν ἀκραιφνὲς ποτόν˙ προελθόντες δὲ οἱ ποταμοὶ πόρρω καὶ εἰσπεσόντες εἰς πέλαγος πλατύ, καὶ παραδόντες τὸ ῥεῦμα ἀνέμοις καὶ κύμασιν καὶ ζάλῃ καὶ κλύδωνι, ἠφάνισαν δι'ἐπιμιξίαν τὴν ἀρχαίαν φύσιν˙ οὕτω καὶ τὸ κάλλος τὸ ἄρρητον καὶ ἀθάνατον ἔρχεται μὲν πρῶτον δι'οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ σωμάτων, καὶ εἰσπεσὸν ἐκεῖ, ἀκραιφνὲς μένει καὶ ἀμιγὲς καὶ ὁλόκληρον˙ ἐπειδὰν δὲ ὑπερκύψῃ τοῦ οὐρανοῦ εἰς τὸν δεῦρο τόπον, ἀμβλύνεται καὶ ἀμαυροῦται˙ καὶ μόλις ἂν αὐτοῦ γνωρίσαι τὴν ἐπιρροὴν 〈πλὴν〉 ναύτης θαλάττιος, συνήθης τῷ ποταμῷ, διὰ μνήμης ἔχων τὴν ἐκείνου φύσιν, ὁρῶν αὐτὴν ἀμυδρὰν ἐν γῇ πλανωμένην καὶ ἀνακεκραμένην ἀλλοτρίᾳ φύσει˙ ὁ δέ, ἐπειδὰν ἐντύχῃ, καὶ γνωρίσῃ καὶ ἴχνος αὐγῶν φανέν ὥσπερ ὁ Ὀδυσσεὺς ἀποθρώσκοντα καπνόν, σκιρτᾷ καὶ φλογοῦται καὶ φαιδρύνεται καὶ ἐρᾷ. τοῦ δὲ κάλλους τούτου ἔλθοι μὲν ἄν τις μοῖρα καὶ ἐπὶ ποταμὸν εὐροώτατον, καὶ ἐπὶ φυτὸν εὐβλαστότατον, καὶ ἐπὶ ἵππον γενναιότατον, ἀλλ'ὅ, τι περ κάλλους ἀργότατον καὶ ἀμβλύτατον˙ εἰ δέ τις ἐστὶν αὐτοῦ ἐπιφοιτῶσα τὴν γῆν, ἴδοις ἂν ταύτην οὐκ ἄλλοθι, ἢ ἐν ἀνθρώπῳ, τῷ καλλίστῳ καὶ νοερωτάτῳ γηΐνων σωμάτων, καὶ τῷ ψυχῆς μεμοιραμένῳ συγγενοῦς αὐτῷ τῷ καλῷ. καὶ διὰ τοῦτο νοῦν ἔχων, ἄγαλμα μὲν ἰδών, ἐπαινεῖ τὴν τέχνην, ἀλλ'οὐκ ἐρᾷ τοῦ ἀγάλματος˙ καὶ φυτὸν ἰδών, ἐπαινεῖ τοῦ καρποῦ, ἀλλ' οὐκ ἐρᾷ τοῦ φυτοῦ˙ καὶ ποταμὸν ἐπαινεῖ τῆς πραότητος, ἀλλ'οὐκ ἐρᾷ τοῦ ποταμοῦ˙ ἐν δὲ ἀνθρώπῳ ἐπειδὰν ἴδη κάλλος ἔμπνουν καὶ νοερὸν καὶ ἀρετὴν προοιμιαζόμενον, καὶ τὴν μνήμην ἐγείρει, καὶ ἐρᾷ νέου, φασὶ μὲν τοῦ ὁρωμένου, τὸ δὲ ἀληθὲς ἐρᾷ κάλλους ἀληθεστέρου. διὰ ταῦτα καὶ Σωκράτης ἑώρα τὰ καλὰ τῶν σωμάτων, καὶ ταχέως ἔβλεπεν, καὶ πάντα ἔβλεπεν˙ οὐκ ἐλάνθανεν δὲ αὐτὸν κάλλος, οὐκ ἐν παλαίστρᾳ καταδεδυκός, οὐκ ἐν Ἀκαδημίᾳ πλανώμενον, οὐκ ἐν συμποσίοις εὐωχούμενον˙ ἀλλ'οἷα θηρευτὴς δεινός, διὰ σωμάτων ἀνθρωπίνων διετέλει μεμνημένος κάλλους ἀληθινοῦ.