V B 9

V B 9 IULIAN. orator. VII 4 p. 208 C-D:
ἀλλ' ἴσως ὁ μὲν λόγος οὔ φησι δεῖν ἀντὶ τῶν ἀληθῶν καὶ μὴ πεπλασμένων τὰ ψευδῆ καὶ πεπλασμένα παρὰ τοῦ κυνός, "ᾧ μόνῳ τῆς ἐλευθερίας μέτεστιν", ἐν τοῖς κοινοῖς ᾄδεσθαι συλλόγοις, ἡ συνήθεια δὲ αὐτῷ γέγονεν ἀπὸ Διογένους ἀρξαμένη καὶ Κράτητος ἄχρι τῶν ἐφεξῆς. οὐδὲν οὐδαμοῦ παράδειγμα τοιοῦτον εὑρήσεις˙ ἐκεῖνο γὰρ ἀφίημι τέως ὅτι τῷ κυνικῷ "τὸ νόμισμα παραχαράττοντι" τῇ συνηθείᾳ προσέχειν οὐδαμῶς προσήκει, τῷ λόγῳ δὲ αὐτῷ μόνῳ, καὶ τὸ ποιητέον εὑρίσκειν οἴκοθεν, ἀλλ' οὐ μανθάνειν ἔξωθεν.