IV H 9

IV H 9 PLUTARCH. de exil. 16 p. 606 B:
θαυμαστὸν γάρ, εἰ Θεόδωρος ἀπαρρησίαστος ἦν, ὃς Λυσιμάχου τοῦ βασιλέως εἰπόντος πρὸς αὐτόν "ἡ πατρίς σε τοιοῦτον ὄντ' ἐξέβαλε;" "ναί," εἶπε, "μὴ δυναμένη φέρειν ὥσπερ ἡ Σεμέλη τὸν Διόνυσον." ἐπιδείξαντος δ' αὐτῷ Τελεσφόρον ἐν γαλεάγρᾳ τοὺς ὀφθαλμοὺς ἐξορωρυγμένον καὶ περικεκομμένον τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ τὴν γλῶτταν ἐκτετμημένον καὶ εἰπόντος "οὕτως ἐγὼ διατίθημι τοὺς κακῶς με ποιοῦντας˙" <"τί δὲ Θεοδώρῳ μέλει", ἔφη, "πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται;">.
PHILO. quod omn. prob. lib. sit 127-130:
Θεόδωρον λόγος ἔχει τὸν ἐπικληθέντα ἄθεον ἐκπεσόντα τῶν Ἀθηνῶν καὶ πρὸς Λυσίμαχον ἐλθόντα, ἐπειδή τις τῶν ἐν τέλει τὸν δρασμὸν ὠνείδισεν, ἅμα καὶ τὰς αἰτίας ἐπιλέγων, ὅτι ἐπὶ ἀθεότητι καὶ διαφθορᾷ τῶν νέων καταγνωσθεὶς ἐξέπεσεν, "[οὐκ] ἐξέπεσον," φάναι, "τὸ δ' αὐτὸ ἔπαθον τῷ Διὸς Ἡρακλεῖ. καὶ γὰρ ἐκεῖνος ἐξετέθη πρὸς τῶν Ἀργοναυτῶν, οὐκ ἀδικῶν, ἀλλ' ὅτι μόνος πλήρωμα καὶ ἕρμα καθ' αὑτὸν ὢν ἐναυβάρει, δέος παρασχὼν τοῖς συμπλέουσι, μὴ τὸ σκάφος ὑπέραντλον γένηται. κἀγὼ διὰ τοῦτο μετανέστην, ὕψει καὶ μεγέθει τῆς ἐμῆς διανοίας τῶν πολιτευομένων Ἀθήνησιν οὐ δυνηθέντων συνδραμεῖν, ἅμα καὶ φθονηθείς." προσανερομένου δὲ Λυσιμάχου˙ "μὴ καὶ ἐκ τῆς πατρίδος ἐξέπεσες φθόνῳ;" πάλιν ἀποκρίνασθαι˙ "φθόνῳ μὲν οὔ, φύσεως δὲ ὑπερβολαῖς, ἃς ἡ πατρὶς οὐκ ἐχώρει. καθάπερ γὰρ Σεμέλης, ἡνίκα Διόνυσον ἐκύει, τὸν ὡρισμένον ἄχρι τῆς ἀποτέξεως χρόνον ἐνεγκεῖν οὐ δυνηθείσης, καταπλαγεὶς Ζεὺς τὴν τοῦ κατὰ γαστρὸς φύσιν ἠλιτόμηνον ἐξελκύσας ἰσότιμον τοῖς οὐρανίοις ἀπέφηνε θεοῖς, οὕτω κἀμέ, τῆς πατρίδος βραχυτέρας οὔσης ἢ ὥστε δέξασθαι φιλοσόφου φρονήματος ὄγκον τοσοῦτον, δαίμων τις ἢ θεὸς ἀναστήσας εἰς εὐτυχέστερον τόπον Ἀθήνας ἀποικίσαι διενοήθη."