IV A 9

IV A 9 ATHEN. XII 544 E:
κωμῳδῶν δὲ αὐτὸν [scil. Aristippum] Ἄλεξις ἐν Γαλατείᾳ [fr. 36 C.A.F. II p. 311] ποιεῖ τινα θεράποντα διηγούμενον περί τινος τῶν μαθητῶν τάδε˙ ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε˙
διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν
ἐπέθετο. Κυρηναῖος ἦν ἐνταῦθά τις,
ὥς φασ', Ἀρίστιππος, σοφιστὴς εὐφυής,
μᾶλλον δὲ πρωτεύων ἁπάντων <τῶν> τότε
ἀκολασίᾳ τε τῶν γεγονότων διαφέρων.
τούτῳ τάλαντον δοὺς μαθητὴς γίνεται
ὁ δεσπότης, καὶ τὴν τέχνην μὲν οὐ πάνυ
ἐξέμαθε, τὴν δ' ἀρτηρίαν συνήρπασεν.
ANECD. OXON. III p.168, 1-4:
καὶ τὸ πλουσιώτατον, ὅτι ὅσα οὐδ' οἱ περὶ τὴν Σύβαριν ἐξηυρήκασι, καὶ ὅποσα οὐδ' ὁ τρυφηλότατος τῶν φιλοσόφων Ἀρίστιππος κατηρτύσατο, τούτοις εἰς πλησμονὴν ἀθρόα πάντα παράκειται.