I H 9

SIMPLIC. in Aristot. categ. prooem. p. 3, 30-4, 7:
αἱ μὲν οὖν κατὰ φιλοσοφίαν αἱρέσεις ἑπταχῶς ὀνομάζονται [. . . . .] ἢ ἀπὸ τῆς τοῦ αἱρεσιάρχου πατρίδος ὡς Κυρηναϊκοὶ οἱ ἀπ' Ἀριστίππου καὶ Μεγαρικοὶ οἱ ἀπὸ Εὐκλείδου [. . . . .] ἢ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς ὡς οἱ Κυνικοί.
AMMON. in Aristot. categ. prooem. pp. 1, 13-2, 8:
ὀνομάζονται μὲν οὖν αἱ τῶν φιλοσόφων αἱρέσεις ἀπό τινων ἑπτά [. . . . .] ἢ ἀπὸ τῆς πατρίδος τῶν προκαταρξαμένων, ὥσπερ ἡ Κυρηναϊκὴ φιλοσοφία λέγεται, [. . . . .] ἢ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι, οἵτινες διὰ τὸ παρρησιαστικόν τε καὶ ἐλεγκτικὸν κύνες ὠνομάζοντο˙ ὥσπερ γὰρ ὁ κύων ἔχει τὸ διακριτικὸν τῶν οἰκείων ἀπὸ τῶν ἀλλοτρίων, οὕτω καὶ οὗτοι ἐποίουν καὶ τοὺς μὲν ἀξίους φιλοσοφίας ἐδέχοντο τοὺς δὲ ἀναξίους καὶ μὴ δυναμένους ἐντὸς γενέσθαι φιλοσόφων λόγων ἐδίωκον, καὶ τούτου ἕνεκεν Κυνικοὶ ὠνομάζοντο, ὅθεν καὶ ὁ Πλάτων ἔφη˙ "ἔχει δέ τι καὶ ὁ κύων φιλόσοφον".
OLYMPIOD. in Aristot. categ. prolegom. p. 3, 8-30:
λαμβάνονται τοίνυν ἑπταχῶς τὰ ὀνόματα τῶν φιλοσόφων αἱρέσεων [. . . .] 15: ἀπὸ δὲ τῆς πατρίδος τῶν προκαταρξαμένων, ὡς ἡ Κυρηναϊκὴ λέγεται φιλοσοφία ἀπὸ Ἀριστίππου τοῦ Κυρηναϊκοῦ καὶ Ἐρετριακὴ ἀπὸ Μενεδήμου τοῦ Ἐρετριέως καὶ Μεγαρικὴ φιλοσοφία ἀπὸ Εὐκλείδου καὶ Τερψίωνος τῶν Μεγαρέων [. . . . .]. 20: ἀπὸ δὲ τοῦ εἴδους τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι. Κυνικοὶ δὲ ἐκλήθησαν φιλόσοφοι διὰ δύο τινὰς αἰτίας˙ ἢ ὅτι ἁπλῶς καὶ ὡς ἔτυχεν ἔζων, δίκην κυνῶν ἐσθίοντες ἐπ' ἀγορᾷ καὶ πίνοντες καὶ ἐν πίθοις καθεύδοντες καὶ ἁπλῶς εἰπεῖν τὰ ἄλλα ἀπροφύλακτον ποιοῦντες, ἀρνούμενοι κρεῖττον εἶναι τὸ θέσει καλὸν τοῦ φύσει καλοῦ. ἢ διότι ὥσπερ κύνες ὑλακτοῦσιν μὲν πρὸς τοὺς ξένους σαίνουσι δὲ πρὸς τοὺς οἰκείους, οὕτω καὶ οὗτοι τοὺς μὲν ἀξίους φιλοσοφίας ἀπεδέχοντο καὶ προθύμως ἠγάπων τοὺς δὲ ἀναξίους φιλοσοφίας καὶ μὴ δυναμένους ἐντὸς γενέσθαι αὐτῆς λόγῳ ἀπωθοῦντο καὶ ἐδίωκον. τούτου οὖν χάριν διὰ τὸ παρρησιαστικὸν καὶ ἐλεγκτικὸν Κυνικοὶ ὠνομάσθησαν˙ ἀμέλει τοι καὶ ὁ Πλάτων φησὶ περὶ αὐτῶν "ἔχει δέ τι καὶ ὁ κύων φιλόσοφον". cf. ibid. p.5, 38 - 39. aliquid simile apud
PHILOPON. in Aristot. categ. prooem. p. 1, 19-2, 26, qui, ll. 26-29 haec addit:
ὑλακτεῖ [scil. ὁ κύων] μὲν γὰρ τοῖς ἀλλοτρίοις προσσαίνει δὲ τοῖς οἰκείοις˙ οὕτω καὶ οὗτοι προσίεντο μὲν καὶ ἠσπάζοντο τὰς ἀρετὰς καὶ τοὺς κατ'ἀρετὴν ζώντας, ἐπήχροντο δὲ καὶ ὑλάκτουν τοῖς πάθεσι καὶ τοῖς κατὰ τὰ πάθη ζῶσι, κἄν βασιλεῖς εἷεν. eadem fere refert etiam
ELIAS [olim DAVID] in Aristot. categ. prooem. p. 108, 15-109, 3, qui porro, p. 111, 1-32 ita scribit:
πέμπτος τρόπος ἦν τῆς ἐπωνυμίας τῶν κατὰ φιλοσοφίαν αἱρέσεων ἀπὸ τοῦ τρόπου τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι. Κυνικοὶ δὲ ἐκλήθησαν διὰ τέσσαρας αἰτίας˙ ἢ γὰρ διὰ τὸ ἀδιάφορον τοῦ ζῴου, ἐπειδὴ καὶ αὐτοὶ ἀδιαφορίᾳ ἐπετήδευον ὡς οἱ κύνες δημοσίᾳ ἐσθίειν καὶ ἀφροδισιάζεσθαι καὶ ἀνυπόδετοι περιπατεῖν καὶ ἐν πίθοις καὶ ἐν τριόδοις καθεύδειν. τοῦτο δὲ ἐποίουν τοῦ φύσει καλοῦ ὀρεγόμενοι˙ ἔλεγον γὰρ ὅτι εἰ ἀγαθόν ἐστι, δεῖ κοινῇ καὶ ἰδίᾳ πράττεσθαι, εἰ δὲ οὐκ ἔστιν ἀγαθόν, οὔτε κοινῇ οὔτε ἰδίᾳ αὐτὸ διαπρακτέον˙ οὐ γὰρ ἦν παρ' αὐτοῖς
ἀλλὰ τὸ μὲν φάσθαι τὸ δὲ ἐγκεκρυμμένον εἶναι,
ἀλλ' ἦν παρ' αὐτοῖς τὸ
εἰπὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔτινα δείδια ἔμπης.
αὕτη πρώτη αἰτία. δευτέρα αἰτία, ὅτι ἀναιδὲς ζῷον ὁ κύων, ἐπετήδευον δὲ καὶ αὐτοὶ τὴν ἀναίδειαν, οὐ τὴν χείρονα τῆς αἰδοῦς ἀλλὰ τὴν κρείττονα˙ διττὴ γὰρ ἡ ἀναίδεια, ἡ μὲν χείρων τῆς αἰδοῦς ἡ δὲ κρείττων,
ἥ τ' ἄνδρας μέγα σίνεται ἡ δ' ὀνίνησι.
ταύτην οὖν τὴν ἀναίδειαν ἐπετήδευον τὴν κρείττονα αἰδοῦς, οἷον ὑλακτοῦντες κατὰ τῶν ἀλλοτρίων τῆς αὑτῶν φιλοσοφίας. τρίτη αἰτία, ὅτι φρουρητικὸν ζῷον ὁ κύων˙ ἐφρούρουν δὲ καὶ αὐτοὶ τὰ δόγματα τῆς φιλοσοφίας διὰ τῶν ἀποδείξεων καὶ μέγα ἐφρόνουν ἐπὶ τούτῳ˙ φαίη γὰρ ἂν ἡ τύχη πρὸς Ἀντισθένην τὸν προστάτην τῆς αἱρέσεως ταύτης οὕτως
ἐννέα δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
τοῦτον δ' οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα,
ὅτι, φησί, τοσαύτας αὐτῷ συμφορὰς ἐπήγαγον, καὶ οὐκ ἠδυνήθην αὐτοῦ καταβαλεῖν τὸ φρόνημα. αὕτη καὶ ἡ τρίτη αἰτία. τετάρτη δὲ ὅτι διακριτικὸν ζῷον ὁ κύων γνώσει καὶ ἀγνοίᾳ τὸ φίλον καὶ τὸ ἀλλότριον ὁρίζον˙ ὃν γὰρ γινώσκει, νομίζει φίλον εἶναι, καὶ εἰ ῥόπαλον ἐπιφέροιτο, ὃν δ' ἀγνοεῖ, ἐχθρόν, καὶ εἰ δέλεαρ ἐπιφερόμενος εἴη˙ οὕτως οὖν καὶ οὗτοι τοὺς μὲν ἐπιτηδείους πρὸς φιλοσοφίαν φίλους ἐνόμιζον καὶ εὐμενῶς ἐδέχοντο, τοὺς δὲ ἀνεπιτηδείους ἀπήλαυνον δίκην κυνῶν κατ' αὐτῶν ὑλακτοῦντες. διὸ καὶ ὁ Πλάτων ἐν τῷ Γοργίᾳ φησὶν ὅτι ἔχει τινὰ σοφίαν ὁ κύων διακρίνειν φίλον ἀπὸ ἐχθροῦ. καὶ τὸ διακρίνειν δὲ ἀλήθειαν καὶ ψεῦδος μόνου φιλοσόφου, οὕτως καὶ ὁ πέμπτος τρόπος.