II B 9

II B 9 ARISTOCLES Περὶ φιλοσοφίας fr. 7 F.Ph.G. III p: 219 [ = fr. 2. Heiland, ap. EUSEB. praep. evang. XV 2, 5 p. 791 D]:
καὶ Εὐβουλίδης δὲ προδήλως ἐν τῷ κατ' αὐτοῦ [scil. Aristotelis] βιβλίῳ ψεύδεται, πρῶτον μὲν ποιήματα ψυχρὰ προφερόμενος ὡς 〈Ἀριστοτέλους〉 γεγραφότων ἄλλων, περὶ τοῦ γάμου καὶ τῆς πρὸς Ἑρμείαν οἰκειόητος αὐτῷ γεγονυίας, ἔπειτα Φιλίππῳ φάσκων αὐτὸν προσκόψαι καὶ τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι τά τε βιβλία αὐτοῦ διαφθεῖραι.