I C 9

I C 9 PAUSAN. I 22, 8:
κατὰ δὲ τὴν ἔσοδον αὐτὴν ἤδη τὴν ἐς ἀκρόπολιν Ἑρμῆν, ὃν Προπύλαιον ὀνομάζουσι, καὶ Χάριτας Σωκράτην ποιῆσαι τὸν Σωφρονίσκου λέγουσιν, ᾧ σοφῷ γενέσθαι μάλιστα ἀνθρώπων ἐστὶν ἡ Πυθία μάρτυς.
PAUSAN. IX 35, 7:
Σωκράτης τε ὁ Σωφρονίσκου πρὸ τῆς ἐς τὴν ἀκρόπολιν ἐσόδου Χαρίτων εἰργάσατο ἀγάλματα Ἀθηναίοις. καὶ ταῦτα μέν ἐστιν ὁμοίως ἅπαντα ἐν ἐσθῆτι˙ οἱ δὲ ὕστερον, οὐκ οἶδα ἐφ' ὅτῳ, μεταβεβλήκασι τὸ σχῆμα αὐταῖς. Χάριτας γοῦν οἱ κατ' ἐμὲ ἔπλασσόν τε καὶ ἔγραφον γυμνάς. cf.
SCHOL. in Aristoph. vulg. ad nub. 773:
νὴ τὰς Χάριτας˙ πάλιν ἑτέρῳ ὅρκῳ κέχρηται ὁ Σωκρατης. V. [οὐχ ἁπλῶς ὄμνυσι κατὰ τῶν Χαρίτων. ὀπίσω γὰρ τῆς Ἀθηνᾶς ἦσαν γλυφεῖσαι αἱ Χάριτες ἐν τῷ τοίχῳ, ἃς ἐλέγετο ὁ Σωκράτης γλύψαι. τὸ γὰρ πρῶτον λιθογλύφος ἦν τὴν τέχνην. αἰνίττεται οὖν αὐτοῦ τοῦ Σωκράτους εἰς τὴν πρώτην τέχνην [.....] ἐσχηματισμένως δὲ τοῦ Σωκράτους καθάπτεται ὁ ποιητὴς, κωμῳδῶν τοῦτον ὡς λιθοξόον. Σωφρονίσκου γὰρ λιθοξόου ἦν υἱὸς Σωκράτης, καὶ τῆς λαξευτικῆς μετέσχε τέχνης, καὶ ἀνδριάντας λιθίνους ἐλάξευε, καὶ ἀγάλματα δὲ τῶν τριῶν Καρίτων εἰργάσατο, Πειθοῦς, Ἀγλαΐας καὶ Θαλείας˙ καὶ ἦσαν ὄπισθεν τῆς Ἀθηνᾶς ἐγγεγλυμμένα τῷ τοίχῳ Junt.]
THEODORET. graec. aff. cur. XII 66:
καὶ ταῦτα δὲ περὶ τοῦ Σωκράτους ὁ Πορφύριος ἔφη [fr. XII p. 11 Nauck] "ἐλέγετο δὲ περὶ αὐτοῦ, ὡς ἄρα παῖς ὢν οὐκ εὖ βιώσειεν οὐδὲ εὐτάκτως. Πρῶτον μὲν γάρ φασιν αὐτὸν τῷ πατρὶ διατελέσαι ἀπειθοῦντα, καὶ ὁπότε κελεύσειεν αὐτὸν λαβόντα τὰ ὄργανα τὰ περὶ τὴν τέχνην ἀπαντᾶν ὁπουδήποτε, ὀλιγωρήσαντα τοῦ προστάγματος περιτρέχειν αὐτόν, ὅπου ποτὲ δόξειεν."
THEON. progymn. 8 p. 111, 27-30:
ἐπαίνετός τε καὶ εἴ τις ἐκ ταπεινῆς οἰκίας ὢν μέγας ἐγένετο, ὥσπερ Σωκράτης ὁ Φαιναρέτης τῆς μαίας υἱὸς καὶ Σωφρονίσκου τοῦ ἑρμογλύφου.