IV H 10

IV H 10 PLUTARCH. de tranq. anim. 5 p. 467 B:
Θεόδωρος μὲν γὰρ ὁ κληθεὶς ἄθεος ἔλεγε τῇ δεξιᾷ τοὺς λόγους ὀρέγοντος αὐτοῦ τῇ [3] ἀριστερᾷ δέχεσθαι τοὺς ἀκροωμένους.
PLUTARCH. de Is. et Osir. 68 p. 378 A:
διὸ δεῖ μάλιστα πρὸς ταῦτα λόγον ἐκ φιλοσοφίας μυσταγωγὸν ἀναλαβόντας ὁσίως διανοεῖσθαι τῶν λεγομένων καὶ δρωμένων ἕκαστον, ἵνα μή, καθάπερ Θεόδωρος εἶπε τοὺς λόγους αὐτοῦ τῇ δεξιᾷ προτείνοντος ἐνίους τῇ ἀριστερᾷ δέχεσθαι τῶν ἀκροωμένων, οὕτως ἡμεῖς ἃ καλῶς οἱ νόμοι περὶ τὰς θυσίας καὶ τὰς ἑορτὰς ἔταξαν ἑτέρως ὑπολαμβάνοντες ἐξαμάρτωμεν.